1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

145

τὰ συνκρινόμενα καὶ προστιθέμενα οὕτως ἔχει· ἐὰν θάτερον φαῦλον ᾖ, τὸ λοιπὸν οὐ σπουδαῖόν ἐστιν· εἰ σπουδαῖόν ἐστιν τὸ "σὺν Χριστῷ εἶναι ἀναλύσαντα", τὸ ἀποστῆναι τοῦ κόσμου, τὸ ἔξω τῆς σαρκὸς εἶναι, 226 τὸ εἶναι ἐν τῇ σαρκί, κἂν ὡς κατὰ σὲ ὑποδεέστερον ᾖν, ἀγαθόν. βούλεται τὸ ὑποδεέστερον ἀπολέσθαι, ἵνα τοῦ μείζονος ἐνκρατὴς γένηται. τὴν δὲ ἀπώλειαν οὕτω λέγω τὸν κώλυμον, τὴν παῦλαν αὐτοῦ. ἄρτι ὁ Ἰωάννης ἤθελεν μεῖναι οὕτως, οἷος ἦν τῇ ἡμέρᾳ τῆς ἀποτέξεως. ἐπερ · λέγει οὔ; -οὔκουν κρείττονος ὀρεγόμενος οἶδεν τοῦτο μὴ κρεῖττον εἶναι μηδὲ καλόν. οὐκ εὔχεται παρελθεῖν αὐτῷ τὴν τοιαύτην κατάστασιν. τὸ δὲ παρελθεῖν τὸ ἀπολέσθαι ἐστίν, τὸ μηκέτι ὑφεστάναι. ταράττεται τῷ ὀνόματι τῆς ἀπωλείας καὶ τῆς ταραχῆς. οὐ δεῖ δὲ ταράττεσθαι. ὁ Παῦλος οὖν οὐκ ἐταράχθη ἐπὶ τοῖς τοιούτοις· "ἐκ μέρους", φησίν, "γιγνώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται". τὸ καταργηθῆναι δὲ τοῦ ἀπολέσθαι ἔνφασιν χείρονα παρέχει. οὕτως ἡ μεῖς πολλάκις εἰρήκαμεν καταργεῖσθαι τὸ ἐκ μέρους οὐ καθάπαξ, ἀλλὰ τὸ ἐκ μέρους εἶναι, καὶ ἐλάβομεν τοιαύτην εἰκόνα τὸ περὶ τοῦ ἀρραβῶνος. ἐπερ · πῶς δίδομεν, ὡς δίκαιος ἢ ὡς ἁμαρτωλός; -οὐ τοῦτο οὖν μόνον θέλεις μαθεῖν· συνήρτηται γὰρ αὐτῷ πολλά. εἰ ἐμνημόνευες ὧν ἤκουσας, οὐκ ἀεὶ περὶ ταῦτα ἐταράττου. εἶπον ὅτι· ἔστω βασιλεὺς ἄρχων τῆς οἰκουμένης, περὶ οὗ πάντες πεπληροφόρηνται ὅτι δίκαιός ἐστιν καὶ ὃ ἐὰν ποιῇ ὡς δίκαιος ποιεῖ. "εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον". ἐὰν τηρήσω αὐτὴν οὕτως ἐνεργοῦσαν εἰς ἃ ἐτέθη ὑπὸ τοῦ δημιουργοῦ, μονογενής ἐστιν. ἐὰν δὲ ἄλλοτε ἄλλως ἐνεργῇ καὶ δουλεύω τισίν, οὔκ ἐστιν μονογενὴς αὕτη τοῦ ἔχοντος, ἀλλ' ὁτὲ μὲν αὐτοῦ ἐστιν, ὁτὲ δὲ ἔξω αὐτοῦ γινομένη. καὶ ἵνα ἐπὶ εὐαγγελικοῦ λάβω· ὁ ἀποδημήσας τῆς πατρῴας οἰκίας νεώτερος ἔξω ἑαυτοῦ ἐγεγόνει· ἡ ψυχὴ αὐτοῦ οὐκέτι αὐτοῦ ἦν. ἀμέλει γοῦν ὅτε μετενόησεν, λέγει· "εἰς ἑαυτὸν δὲ ἐλθών". ἑαυτοῦ λοιπὸν γέγονεν· ἡ ψυχὴ αὐτοῦ λοιπὸν αὐτοῦ γέγονεν. ὅμοιόν ἐστιν τοῦτο τῷ "3γνῶθι σεαυτόν". ὁ γιγνώσκων ἑαυτὸν εἰς ἑαυτόν ἐστιν. 18 ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. τότε μεγάλη καὶ πολλὴ ἐκκλησία λέγεται, ὅταν ἐκ̣ τω῀̣ν καθέκαστα μεγάλων συνπληρωθῇ· οὐ γὰρ ἐὰν ἐκ μικρῶν ἀνθρώπων καὶ χυδαίων, μεγάλη καὶ πολλη`̣ ἐκκλησία αὕτη λέγεται. "λαλεῖ σοφίαν ἐν τοῖς τελείοις" ὁ ἀπόστολος. οὗτοι εἰς ταὐτὸν γινόμενοι καὶ "τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ καταρτιζόμενοι" πολλὴ καὶ μεγάλη ἐκκλησία εἰσίν. καὶ ὥσπερ λέγω σοφὴν ἐκκλησίαν, ὅταν οἱ καθέκαστα συνπληροῦντες αὐτὴν σοφοὶ ὦσιν, καὶ λέγω πόλιν εὐσταθῆ καὶ ἐπιστήμονα, ὅταν οἱ καθέκαστα πολῖται εὐσταθεῖς καὶ ἐπιστήμονες ὦσιν, οὕτω πολλὴν καὶ μεγάλην ἐκκλησίαν λέγω τῶν συνπληρούντων αὐτὴν ἐχόντων μέγεθος, μέγεθος δὲ τὸ ψυχῆς, τὸ νοῦ, οὐ τὸ σώματος. πάλιν "λαὸν βαρὺν" λέγει τὸν ἐπίτιμον· εἰώθασιν γὰρ τὰ ἐπίτιμα καὶ τὰ τιμαλφέστατα λέγειν "3βαρεῖα"3. τοῦτο καὶ ἡ γραφὴ μαρτυρεῖ· ὁπηνίκα γὰρ ἡ βασιλὶς τῆς Σαβὰ ἦλθεν πρὸς τὸν Σολομῶνα, λέγει ὅτι "ἐν δυνάμει βαρείᾳ". καὶ λέγει τὴν "βαρεῖαν δύναμιν" τὴν κτῆσιν αὐτήν, ἣν κομίσασα ἦν̣. ἐνηνόχει λίθους τιμίους πολλούς, ἡδύσματα πολλά, χρυσόν, ἄργυρον καὶ ἄλλα συνπληρωτικὰ πλούτ̣ου. καὶ ἐλέχθη ἐκείνη ἡ δύναμις τοῦ πλούτου "3βαρεῖα"3 ἀντὶ τοῦ "3τιμία"3, "3πολύτιμος"3. λέγει οὖν ὅτι, ὅταν ἕκαστος τῶν συνπληρούντων τὸν λαόν, ὡς ἐπὶ τῆς ἐκκλησίας εἶπον, τιμαλφέστατος ᾖν, τίμιος ᾖν-"δόξα" γὰρ "καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ κατεργαζομένῳ τὸ ἀγαθόν"-, εἰ τὸ κατεργαζο´̣με̣ν̣ον τὸ ἀγαθὸν δόξαν ἔχει καὶ τιμήν, ἐπίτιμός ἐστιν λαός. ἀμέλει γοῦν περὶ αὐτοῦ εἴρηται, ὡς ἦν "βασίλειον ἱεράτε̣υ̣μα, ἔθνος ἅγιον". τὸ "ἔθνος ἅγιον" ἐκ τῶν καθέκαστα ἁγί ων συνπληροῦται, τὸ "βασίλειον ἱεράτευμα" ἐκ πολλῶν θεραπευτῶν θεοῦ σύνκειται. "ἐν λαῷ" οὖν "βαρεῖ αἰνέσω σε". παρασκευάζει καὶ αὐτόν, ὥστε καὶ αὐτὸν δύνασθαι