1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

146

ὕμνον ἀναπέμπειν. τότε δὲ τοῦτο 227 πρᾶξαι δύναται, ὅταν εὐθὴς κατὰ τὴν ψυχὴν καὶ τὸν νοῦν γένηται· "τοῖς" γὰρ "εὐθέσιν πρέπει αἴνεσις". 19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. μεγάλη παρρησία τοῦ ταῦτα λέγοντος. ἀδίκως ἐχθραίνουσίν μοι. ἐμοῦ οὐ παρέχοντος πρόφασιν οὐδὲ αἰτίαν τοῦ ἐχθρικῶς ἐπικεῖσθαί μοι αὐτῷ, τοῦτο πράττουσιν. ἐπεὶ τοίνυν ἐχθροὶ ὄντες χαίρουσιν, ὅταν κακοῖς περιπέσω, μὴ περιπέσοιμι κακοῖς, ὥστε ἐκείνους ἐπιχαίρειν μοι, ἐφιστάναι μοι· ὁ γὰρ βουλόμενός τινα εἰς ἀκολασίαν ἀγαγεῖν τότε ἐπιχαίρει αὐτῷ, ἐπιχαίρει κακὸς ὤν, ὅταν περιπέσῃ οἷς ἐσπούδασεν αὐτὸν περιβαλεῖν. μὴ τοῦτο οὖν ὑπάρξῃ μοι, ὥστε ἐπιχαρῆναι τοὺς ἐκθραίνοντάς μοι ἀδίκως. 19 οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. τὸ "3ἀδίκως"3 καὶ τὸ "3δωρεὰν ταὐτόν ἐστιν, τὸ "3ἄνευ αἰτίας"3 "καὶ διανεύοντες̣" κατ' ἐμοῦ "ὀφθαλμοῖς"· οὐ μόνον λόγοις λέγουσιν κατ' ἐμοῦ, ἀλλὰ καὶ διανεύουσιν ὀφθαλμοῖς. καὶ ἐπεὶ πολλάκις, ὅταν οἱ ἑτερόδοξοι ὑπὲρ τῶν ἡμᾶς κακούντων, πρὸς οὓς διανεύουσιν τοῖς ὀφθαλμοῖς, τοῖς νουσὶν ἑαυτῶν, συμφωνοῦσιν εἰς τὸ κακόν, ὁμοφρονοῦσιν εἰς τὴν ἀ σέβειαν 20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. ἓν εἶδος τῆς ἀσεβείας τοῦτο· εἰρηνικὰ λαλοῦντες οὐκ εἰρηνικὰ ἔπραττον. τοῦτο δὲ ἀδικῆσαί ἐστιν. εἰρηνικὰ λαλεῖ ἐν τοῖς φίλοις, ἐν τοῖς ἑταίροις ὡς φιλάλληλος, δόλους δὲ διαλογίζεται ἐπ' ὀργῇ. πᾶς δόλον εἰς τὸν πλησίον ἔχων ὀργιζόμενος αὐτῷ τοῦτο ποιεῖ. καὶ λέγω· ἡ ὀργὴ ὄρεξίς ἐστιν τιμωρίας. πάντως δὲ ὁ δόλῳ τινὶ προσερχόμενος βλάψαι ἐκεῖνον θέλει, ὥστε ὁ δόλιος καὶ ὀργίλος ἐστίν. τῷ δὲ δοκεῖν οὔκ ἐστιν πολλάκις ὀργίλος φαινόμενος εἰρηνικὰ λαλῶν. τοῦτο γοῦν καὶ ἐν Ἰηρεμίᾳ λέγεται περί τινος· "τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν". "ἐμοὶ" οὖν, φησίν, "εἰρηνικὰ ἐλάλουν". οὐκ "εἰρηνικὰ" ἁπλῶς "ἐλάλουν", ἀλλ' "ἐμοί"· ἐμὲ ἀπατῆσαι θέλοντες εἰρηνικὰ ἐλάλουν· οὐ γὰρ ὁ ἀληθῶς εἰρηνικὸς ἄνθρωπος λαλεῖ τινι εἰρηνικὰ ἄλλην ἔχων διάνοιαν κατ' ἐκείνου. αὐτίκα γοῦν ὁ σωτὴρ λέγει πρὸς ἑτέροις "τοὺς εἰρηνοποιοὺς μακαρίους" εἶναι, "ὅτι υἱοὶ θεοῦ εἰσιν". υἱῶν θεοῦ ἐστιν τὸ εἰρηνικοὶ εἶναι. εἰρηνοποιοὺς δὲ εἶπεν τοὺς ποιοῦντας εἰρήνην. ὅταν εἰς συμφωνίαν καὶ φιλίαν ἄγωσιν τοὺς διεστηκότας τῇ προαιρέσει, εἰρηνοποιοί εἰσιν. καὶ ἐφ' ἑαυτῶν δὲ εἰρηνοποιοί εἰσιν. πρότερον δὲ εἰρήνην ἐν ἑαυτοῖς ποιήσαντες, ὥστε μηδὲ λογισμοὺς μαχομένους ἔχειν ἑαυτοῖς ἢ ἔργα· τότε εἰρήνην ἐποίησαν ἐν ἑαυτοῖς. ταύτην δὲ τὴν εἰρήνην καὶ εἰς ἑτέρους μεταφέρουσιν· οἷοι γὰρ ὑπάρχουσιν αὐτοί, καὶ τοὺς διδασκομένους θέλουσιν εἶναι. εἰρηνεύειν διδάσκουσιν τὴν ψυχὴν πρὸς τὸ σῶμα καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν· ὅταν γὰρ ἡ ψυχὴ "ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ", καὶ ἄρχῃ μὲν ἡ ψυχή, ἄρχηται δὲ τὸ σῶμα, εἰρήνη ἐστὶν σώματος καὶ ψυχῆς. ὥσπερ οὖν ἐν ἑαυτοῖς κατεσκεύασαν εἰρήνην, οὕτω καὶ ἐν τοῖς ἄλλοις τοῖς στεργομένοις καὶ ἀγαπῶσιν ἢ καὶ μαχομένοις τοῦτο πράττουσιν. διὰ τοῦτο καὶ ἐν τῇ ∆ιδαχῇ τῇ βίβλῳ τῆς κατηχήσεως λέγεται· "εἰρηνεύσεις μαχομένους". ὁ δὲ ἄλλους μαχομένους εἰς εἰρήνην καὶ συναλλαγὰς φέρων ἑαυτὸν πρότερον εἰρήνευσεν, οὐκ ἔχει μάχην ἐν ἑαυτῷ, οὐκ ἔχει λογισμοὺς μαχομένους. 21 καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν. τὸν λόγον ἑαυτῶν ἐπλάτυναν ἐπ' ἐμὲ εἰρηνικὰ λαλοῦντες. ὁ νοῦς δὲ αὐτῶν ἐστενεύετο ὑπὸ τοῦ δόλου εἰς ταὐτὸν συναγόμενος οὐκ ἐπαινετῶς, ἀλλ' ὥστε μὴ ἔχειν τὰς οἰκείας ἀρετάς. δύναται καὶ τοῦτο· "ἐπλάτυναν ἐπ' ἐμὲ" ὡς εἰρηνικὰ λαλοῦντες καὶ ἐπ' ὀργῇ δόλους διαλογιζόμενοι ἔδοξάν με ἀπατᾶν. τότε λοιπὸν ἤρξαντο πλατὺ καχάζειν καὶ πλατύνειν ἐπ' ἐμὲ τὸν λόγον αὐτῶν. ἔχεις ἐν ἱστορίαις σύμβολα τοιαῦτα· ἡ ∆αλιλὰ ἡ εἰςαγομένη ἐν τῇ βίβλῳ τῶν Κριτῶν πόρνη δόλοις ἐβουλεύετο ἐπ228 αγαγέσθαι τὸν Σαμψών, ἵνα δῷ τοῖς ἀλλοφύλοις τοῖς φονεῦσαι αὐτὸν ἐθέλουσιν. καὶ ἔλεγεν ὅτι· "ἐν τίνι ἀσθενήσει σου ἡ ἰσχὺς ἢ τίνι ὡς εἷς τῶν