148
τοῖς δὲ ἔργοις ἀρνοῦνται". οἱ ἅγιοι "3θεὸν"3 λέγουσιν τὸν θεὸν οὐ ψιλῇ φωνῇ, ἀλλ' οἰκειωθέντες αὐτῷ καὶ θεράποντες αὐτῷ ὥσπερ ἱερεῖς, θεραπευταὶ τυγχάνοντες. ἀλλὰ καὶ δουλεύουσιν αὐτῷ τὸ θέλημα αὐτοῦ ποιοῦντες· "οὐ πᾶς" γὰρ "ὁ λέγων με κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς". λέγεται "3θεὸς"3 ᾗ ποιητής ἐστιν· "ἐν ἀρχῇ" γὰρ "ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν". οὕτω λέγεται καὶ "θεὸς πνευμάτων καὶ πάσης σαρκός", κατὰ τὴν δημιουργίαν. ἄλλως δὲ λέγεται "3θεὸς"3 τῶν ἁγίων, κατὰ τὴν λατρείαν. οὕτω γοῦν θεὸς αὐτῶν τῶν πατριαρχῶν εἴρηται. καὶ κατὰ τὴν δημιουργίαν, ὃ σημαινόμενον ἐδήλουν, πάντων θεὸς ἦν, πάντων ὧν πεποίηκεν. καὶ πάλιν κύριός ἐστιν πάντων αὐτὸς τὸ εἶναι αὐτοῖς παρασχὼν καὶ ὑπὸ τὴν πρόνοιαν ἑαυτοῦ διοικῶν αὐτούς. ἑτέρως δὲ κύριός ἐστιν τῶν ποιούντων αὐτοῦ τὸ θέλημα, τῶν πραττόντων ἃ ἐνετείλατο, καὶ ὡς δεσπότης δούλοις. 24 κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου. κατὰ τὴν σὴν δικαιοσύνην κρῖνόν με. δοκεῖ πάλιν ὑπέραυχον τὸ λεγόμενον καὶ ἀντιδοξοῦν ἑτέραις λέξεσιν. οὐ τῇ διανσίᾳ δὲ ἡ διαφορὰ γίνεται, ἀλλὰ τῇ φωνῇ. "οὐ δικαιωθήσεται" φησίν, "κατενώπιόν σου πᾶς ζῶν", ἀντὶ τοῦ "3οὐδεὶς ζῶν"3. ζῶντα δὲ λέγει τὸν κατὰ ψυχὴν ζῶντα, δικαιότατα οὖν· οὐ κατενώπιον σοῦ δέ. ὡς δὲ πρὸς σὲ τὸ οὐδέν εἰσιν. ὡς εἰ λέγοις σὺ καὶ περὶ λύχνων, ὅτι οὐ φωτίζουσιν κατενώπιον τοῦ ἡλίου. οὐ τοῦτο δὲ δηλοῖ, ὅτι οὐ φωτίζουσιν, ἀλλὰ κατέναντι τοῦ ἡλίου. οὕτως εἴρηται καὶ τὸ ἐν τῷ Ἰὼβ τό· "ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ". τοῦτο οὖν τὸ "κατὰ τὴν δικαιοσύνην σου" οὐ καθάπαξ λέ γει· οὐ κατὰ τὴν σὴν δικαιοσύνην τὴν ἀνυπέρβλητον, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην, ἐν ᾗ κρίνεις τὰ ἀνθρώπινα. μὴ κατὰ τὴν ἐκείνων ἔχθραν κρίνῃς με, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην· ἡ γὰρ σὴ δικαιοσύνη μισεῖ τοὺς ἀδίκους. 25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν. κἂν τῷ λόγῳ μὴ εἴπωσιν, μηδὲ ταῖς καρδίαις εἴποιεν τῇ ἡμῶν ψυχ̣ῇ, μὴ εἴπαισαν Εὖγε εὖγε. 25 μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. μὴ εἴπαισαν ὅτι περιγεγόναμεν καὶ ἐνικήσαμεν αὐτόν· πολλάκις γὰρ καὶ τοῦτο ἐσαφηνίσθη, ὅτι κατὰ τὴν γραφὴν ἡ κατάποσις νίκην σημαίνει. 26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου. φέρει σωτηρίαν τοῖς αἰσχυνομένοις καὶ ἐντρεπομένοις, ἐφ' οἷς πράττουσιν κακῶς· ἐπεὶ γὰρ κακοῖς με περιβαλεῖν βούλονται καὶ ε᾿̣π̣ι̣χαρῆναι ἑωρακότες ὃ σπουδάζουσιν τελειούμενον, αἰσχυνθήτωσαν· αἰσχυνθέντες γὰρ οὐκέτι ἐπικείσονταί μοι, ἐντραπέντες οὐκέτι πράξουσιν ταῦτα τὰ ψόγον φέροντα καὶ κατηγορίαν. ἐπερ · τὰ κακωτικὰ κακὰ λέγει, οὐ τὰς κακίας; -ὅλως γὰρ οὐκ εἶχεν κακίας ὁ λέγων ὅτι· "κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου", ὁ λέγων· "οἱ ἐπιχαίροντές μοι ἀ δίκως". 26 ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες ἐπ' ἐμέ. οἱ μεγάλα κατ' ἐμοῦ λέγοντες ὑπερηφάνως καὶ ἐπιχαίροντες, αἰσχυνθείησαν καὶ ἐντραπείησαν, καταγνῶσιν ἑαυτῶν. πρὸς καλοῦ δὲ αὐτοῖς γίνεται τοῦτο, κἀγὼ δὲ οὐκέτι ἔχω αὐτοὺς οὕτως ἐπικειμένους. προηγουμένως ὑπὲρ ἐκείνων εὔχεται, δευτέρως δὲ καὶ περὶ ἑαυτοῦ. ἐπερ · τὸ "3ἐνδύσασθαι"3; -ὡς λέγομεν ἐνδεδύσθαι τινὰ ἀρετήν, τινὰ κακίαν ἐνδεδύσθαι, τινὰ "σωτηρίου ἱμάτιον"· "ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσέν με γὰρ ἱμάτιον σωτηρίου καὶ χιθῶνα εὐφροσύνης". ἡ ποιότης ὥςπερ ἔνδυμα γίνεται τοῦ ποιοῦ. 27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. 230 ὅταν "3οἱ μεγαλορημονοῦντες"3 λέγωνται· "3ἐντροπὴν καὶ αἰσχύνην ἐνδύσονται"3, "οἱ θέλοντες τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην μου" ἀγαλλιῶνται καὶ εὐφραίνονται. αἰσχυνθέντων καὶ ἐντραπέντων τῶν ἐχθρῶν οἱ φίλοι ἀγαλλιῶνται καὶ εὐφραίνονται. οὗτοι δέ εἰσιν οἱ θέλοντες τὴν σωτηρίαν μου, τὴν ἀρετήν, τὴν δικαιοσύνην μου. 27 καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ