150
"εὗρον", φησίν, "∆αυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου". θελήματα τοῦ θεοῦ αἱ κατ' εἶδός εἰσιν ἀρεταί. ἡ δὲ γενικὴ ἓν θέλημα λέγεται· λέγει γὰρ ὅτι· "οὐ πᾶς ὁ λέγων με κύριε κύριε, εἰσελεύσεται, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου". ὧδε τὴν γενικὴν ἀρετὴν ἑνικῶς θέλημα ὠνόμασεν. ποιεῖ δὲ τὰς κατ' εἶδος ἀρετὰς κατὰ πάντα τὰ θελήματα τοῦ θεοῦ ποιῶν, εἴ τις ποιητής ἐστιν τῶν θεοῦ θελημάτων, εἴ τις τὰς ἐντολὰς αὐτοῦ εἰς ἔργα μεταβάλλει, εἴ τις τὰ φρονητέα ἀποβάλλει, εἰ ἡ ἀλήθεια τοῦ θεοῦ δέδεικται. οὗτός ἐστιν δοῦλος θεοῦ. καὶ ὅρα γε, βασιλεὺς ἦν ὁ ταῦτα λέγων καὶ προέκρινεν τὴν θεοῦ δουλείαν τῆς βασιλείας· μεγάλη γὰρ εὐγένειά ἐστιν τὸ εἶναι θεοῦ δοῦλον. αὐτίκα γοῦν πολλάκις εἴρηται, ὅτι τάττουσιν ἑαυτοὺς ἐν ταῖς προγραφαῖς οὕτως οἱ ἅγιοι· "̓Ιάκωβος κυρίου τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ δοῦλος", καί· "Παῦλος δοῦλος Χριστοῦ", καὶ Ἰωνᾶς ἐρωτώμενος· "ἐκ ποίας χώρας καὶ ποίου λαου῀̣", εἶτα λέγει· "ἐγὼ δοῦλος θεοῦ εἰμι". καὶ ὥσπερ οἱ διὰ ἀξίωμα προταττόμενοι τῶν συνταγμάτων ἑαυτῶν τὴν ἀξίαν καὶ τὸ ἀξίωμα, οὗτοι οἱ ἅγιοι ὥσπερ μεγίστην εὐγένειαν καὶ ὑπερβάλλουσαν εὔκλειαν καὶ ἀξίωμα μέγα τὴν θεοῦ δουλείαν ὁμολογοῦσιν. ὁ θεοῦ δοῦλος εἰδὼς τὸ τοῦ θεοῦ θέλημα οἶδεν καὶ τὰ ἐναντιούμενα τῷ θελήματι τοῦ θεοῦ. ἐναντιοῦται δὲ τῷ θελήματι τοῦ θεοῦ ἀσέβεια, παρανομία, πᾶν εἶδος κακίας. ἐγνωκὼς οὖν ὁ δοῦλος τοῦ κυρίου τὸ τέλος, τὴν ἐπὶ πᾶσιν ἀρετήν, ἔγνω καὶ τὴν παρανομίαν· τῶν γὰρ ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὁ ἰατρικὴν ἔχων οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν τῶν βοηθημάτων, ἀλλὰ καὶ τὰ βλαπτικά, ἵνα τοῖς μὲν χρᾶται, τὰ δὲ ἀποστρέφηται. λέγει οὖν ὁ δοῦλος τοῦ κυρίου ὁ εἰς τὸ τέλος ἀναφερόμενος τὴν ᾠδήν. "φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". ἀμφίβολός ἐστιν ἡ λέξις. σημαίνει ἓν οὕτως· "ὁ παράνομος ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν". "ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν". πρῶτον δὲ συνκατατίθεται τῇ παρανομίᾳ καὶ τῇ ἁμαρτίᾳ καὶ οὕτως ἐπὶ τὸ πράττειν αὐτὴν ἔρχεται. ἀδύνατόν ἐστιν μὴ προδιατεθέντα κατὰ ἁμαρτίαν ἁμαρτῆσαι. "φησὶν" οὖν "ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". "ἐν ἑαυτῷ φησιν". οὕτω γὰρ αὐτὸ ἀναγνωστέον, ὡς "ἐν ἑαυτῷ φησιν ὁ παράνομος τοῦ ἁμαρτάνειν". δυνατὸν δὲ καὶ τὸ ἕτερον τῆς ἀμφιβολίας οὕτω λαβεῖν· "ὁ παράνομος ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν"· οἶδεν γὰρ ὅτι οὐκ ἔχει παρρησίαν ἐπὶ τῷ ἁμαρτάνειν. πᾶς ἁμαρτάνων ὅτε παρακολουθεῖ, κρύπτει τὸ κακόν· οὐδεὶς γοῦν φανεροῖ ἑαυτὸν ὅστις ἐστίν. κἂν πόρνος ᾖν καὶ θέλῃ συνσταθῆναί τισιν, οὐ θέλει ἵνα ὁ συνιστῶν αὐτὸν εἴπῃ αὐτο`̣ν πόρνον. ἔτι οὖν πλέον κατακρίνονται, ὅτι ὃ πράττουσιν, κρύπτειν θέλουσιν. οὐδεὶς δὲ πράττων τὸ καλὸν θέλει ἀγνοεῖσθαι-κἀ´̣ν ποτε τοῦτο ποιῇ ἀτυφίας ἕνεκα-, ἀλλὰ σπουδάζει τοιαῦτα ἔργα ἔχειν φωτιζόμενα ἐπίπροσθεν τῶν ἀνθρώπων, ἵνα δοξασθῇ ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς· "λαμψάτω" γὰρ "τὸ φῶς ὑμῶν ἔνπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς". 2 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. οὐδεὶς πρὸ ὀφθαλμῶν ἔχων τὸν θεῖον φόβον ἁμαρτάνει· ὁ γὰρ θεῖος φόβος ἀναιρετικός ἐστιν τῆς ἁμαρτίας. καταφρονούντων ἐστὶν τὸ ἁμαρτάνειν, ἔξω γενομένων τοῦ θείου φόβου. οὕτω γοῦν καὶ ἡ θεία τῶν παροιμιῶν γραφὴ εἰσάγει τὴν σοφίαν λέγουσαν· "φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν". εἰ ὁ φόβος τοῦ θεοῦ ταῦτα μισεῖ, οὐδεὶς ἔχων αὐτὸν ἀδικεῖ· "φόβος" γὰρ "κυρίου μισεῖ ἀδικίαν". οὔκ ἐστιν ὑβριστής, οὔκ ἐστιν λοίδορος, οὔκ ἐστιν αὐθάδης. τὸ δὲ τῆς ὕβρεως ὄνομα ὁτὲ μὲν τὴν λοιδορίαν σημαίνει, ὁτὲ δὲ τὴν ὑψαυχενίαν καὶ ἀλαζονείαν. "καὶ τὰς ὁδοὺς τῶν πονηρῶν μισεῖ ὁ τοῦ θεοῦ φόβος". "ὁδοὶ" δὲ "τῶν πονηρῶν" εἰσιν τὰ ἀσεβῆ φρονήματα, αἱ πράξεις αἱ παράνομοι. ἐπεὶ τοίνυν οὐκ ἔχει τὸν φόβον τοῦ θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν, διὰ τοῦτο ἐν ἑαυτῷ λέγει τοῦ