151
ἁμαρτάνειν. "τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ". 3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐ τοῦ καὶ μισῆσαι. ἐνώπιον ἑαυτοῦ ἐδόλωσεν. κρύπτει τὸ κακὸν διὰ δόλου εἰδὼς ὅτι, ἐὰν μὴ κρύφῃ τὴν παρανομίαν δόλῳ, εὑρεθεῖσα μῖσος ἐνεργάζεται τῷ εὑρηκότι καὶ ἐγνωκότι αὐτήν. ἵν' οὖν μὴ μισηθῇ διὰ τὴν παρανομίαν, κρύπτει αὐτὴν δόλῳ̣· ὁ γὰρ εὑρὼν αὐτὴν μισεῖ. 232 οἶδας ὅτι καὶ ἐπισκιάζουσιν πολλάκις τοῖς κακοῖς ἔργοις πιθανότητας, ἵνα λανθάνωσιν. οἷον οἱ ψευδοπροφῆται "λύκοι ἅρπαγες" κατὰ τὴν γνώμην ὄντες ἐπιφέρονται δορὰν προβάτου, ἵνα πρόβατα νομισθῶσιν. ἐξ οὗ δὲ θέλουσιν πρόβατα γνωσθῆναι, φανερόν, ὅτι μισοῦσιν τὸν λύκειον τρόπον· ἀλλὰ κρύπτουσιν αὐτόν· ἐὰν γὰρ εὑρεθῇ, μῖσος ἐνεργάζεται. οὐδεὶς δὲ οὕτως ἠλίθιός ἐστιν ὥστε λέγε̣ιν̣· "φιλῶ τὴν ἀνομίαν καὶ μισῶ τὴν εὐσέβειαν"-ἐχόμενος γὰρ αὐτῆς καὶ ἡδόμενος ἐνεργεῖν αὐτὴν οὐ θέλει αὐτὴν μισῆσαι-· ἐὰν γὰρ φανερωθῇ, δείκνυται ὅτι καὶ κόλασιν ἐπιφέρει. 4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος. τὰ ῥήματα ἃ προφέρει, ἄνομα καὶ δόλιά ἐστιν. εἰ δὲ ἠθικῶς ἁμαρτάνει ἀκολασταίνων, ὀργιζόμενος, ἀδικῶν, ἀνομίαν ἐ´̣χ̣ει τὰ ῥήματα. εἰ δὲ ψευδοδοξεῖ, δόλον αὐτὰ ἔχει· δολιοῖ γάρ, ἵνα μὴ φανῇ τὸ ἀσεβὲς τῶν ῥημάτων αὐτοῦ καὶ καταπατηθ̣ῇ αὐτὰ καὶ ἀποστραφῇ τις αὐτά. ἐπερ · οὐκ εἶπεν τὴν "παρανομίαν"; -ἡ παρανομία καὶ ἀνομία ἐστίν, οὐ πάντως δὲ ἡ ἀνομία καὶ παρανομία ἐστίν. εἰ παρὰ τὸν νόμον γίνεται, ἔξω τούτου γίνεται ὁ ἐν εργῶν αὐτήν, ἀνομία ἐστίν. εἰ δὲ λαβὼν τὸν νόμον παρανομεῖ, παρὰ τὸν νόμον πράττει, παρανομία ἐστίν. ἡ παρανομία οὖν καὶ ἀνομία ἐστίν, οὐ πάντως δὲ ἡ ἀνομία καὶ παρανομία ἐστιν. ἐκ τῆς ἕξεως κρίνεται ὁ παρὰ τὸν νόμον ποιῶν καὶ μαχόμενα τῷ νόμῳ πράττων, ὅσον ἧκεν εἰς τὰς πράξεις. ἐὰν μέντοι τὴν διάθεσιν τοῦ ἐνεργοῦντος ἴδωμεν, καὶ ὁ μὲν νόμον εἰληφὼς μὴ πράττῃ κατ' αὐτόν, παρανομεῖ. ἐὰν δὲ πάλιν νόμου πεῖραν-γραπτοῦ λέγω- , ἀνομεῖ μόνον. "ὅσοι", φησίν, "ἐν νόμῳ ἥμαρτον"· οἱ ἐν νόμῳ ἁμαρτάνοντες παράνομοί εἰσιν. "ἀνόμως ἁμαρτάνουσιν" οἱ νόμον μὴ ἐσχηκότες. ὅμως τὸ πραττόμενον ἓν καὶ ταὐτόν ἐστιν. ἐκ τῆς προαιρέσεως καὶ διαθέσεως τοῦ ἐνεργοῦντος τὴν διαφορὰν λαμβάνω ὥστε ὁτὲ μὲν ἀνομίαν, ὁτὲ δὲ παρανομίαν καλεῖσθαι. 4 οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. ἵνα μή τις νομίσῃ, ὅτι φύσις ἐστὶν ἡ διαστέλλουσα δοῦλον θεοῦ ἀπὸ παρανόμου καὶ τὸν σπουδαῖον ἀπὸ τοῦ φαύλου, τῇ προαιρέσει ἀνέθηκεν ἀμφότερα καὶ λέγει, ὅτι ἐπὶ τῆς ἑαυτοῦ βουλήσεως ἢ κακὸς ἢ σπουδαῖός ἐστιν· "οὐκ ἐβουλήθη". ἄλλος δὲ βούλεται συνιέναι τοῦ ἀγαθῦναι. ὁ σπουδαῖος βούλεται αὐτὸ τοῦτο ἀγαθὰ πράττειν. πάλιν ὁ μὴ ἐν τούτοις ὢν βουλήσει τῇ ἑαυτοῦ ἔξω τούτων γέγονεν. τὸ αὐτεξούσιον οὖν κατασκευάζει ὁ λόγος καὶ τὸ αὐτόνομον καὶ ἐλεύθερον τῆς προαιρέσεως, ὅτι οὐδεὶς ἐκ κατασκευῆς παράνομός ἐστιν, οὐδεὶς ἀγαθὸς κατ' οὐσίαν ἐστίν· πάντες γὰρ ὁμοούσιοί ἐσμεν οἱ ἄνθρωποι. παρὰ δὲ τὴν ἡμετέραν αἵρεσιν ἢ φυγὴν ἢ φαῦλοι ἢ σπουδαῖοί ἐσμεν. 5 ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. τοῦτο λέγει ὅτι οὐ μόνον, ὅτε πρόεισιν καὶ ἐνεργεῖ, τὰ ἄνομα ἐργάζεται, ἀλλὰ καὶ ἐπὶ τῆς εὐνῆς ῥεριμμένος ἀνομίαν λογίζεται, δέον μιμήσασθαι ἐκεῖνον τὸν ἄνδρα τὸν μακαριζόμενον τὸν ἡμέρας καὶ νυκτὸς μελετῶντα τὸν νόμον τοῦ κυρίου· "ἀλλ' ἢη ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός". ὁ ἡμέρας̣ καὶ νυκτὸς μελετῶν τὸν νόμον κυρίου οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ ἀλλὰ τὸν νόμον. εἴρηται υ῾̣πὸ τοῦ ἱεροφάντου Μωσέως ἐκ προσώπου τοῦ θεοῦ· "καὶ ἔσται πάντα τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου". εἶτα· "πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, διανιστάμενος". εἰ λαλεῖ τὰ τοῦ θεοῦ ῥήματα καὶ κοιταζόμενος, οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ. δυνατὸν καὶ τὸ σῶμα κοίτην εἰπεῖν τῆς