1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

152

ψυχῆς. κἂν ἐν σώματι ᾖν ἡ ψυχή, ἀλλὰ μελετᾷ ἤδη ἐκτὸς αὐτοῦ γενέσθαι, ὑπωπιάζουσα τὸ σῶμα καὶ δουλαγωγοῦσα. οὕτω γοῦν περὶ τῶν οὕτως γνώμης ἐχόντων λέγεται· "οὐκ ἐστὲ ἐν σαρκί". καίτοι εἶχαν σάρκα, ἀλλ' οὐκ ἦσαν ἐν τῷ φρονήματι τῆς σαρκός. καὶ ἔτι "τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν". καὶ ἔ τι· "οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται". ἐὰν περὶ ταύτης τῆς σαρκὸς λέγῃ, πάντες οἱ ἅγιοι ἐν αὐτῇ ὄντες ἤρεσαν θεῷ. ἀλλ' ἐν τῷ φρονήματι τὸ φρονεῖν κατὰ σάρκα, τὸ ὅλος ἐκ σαρκὸς ἠρτῆσθαι, λοιπὸν σάρκινος γενέσθαι. τίς δέ ἐστιν ὁ σάρκινος γινόμενος ἢ ὁ πωλῶν ἑαυτὸν τῇ ἁμαρτίᾳ̣; "ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". "ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ". κατὰ τὴν ἀναγωγήν· ὥσπερ ἐν κοίτῃ τῷ σώματι ἀνομίαν ἐλογίσατο. ἔδει δὲ ἐπὶ τῆς κοίτης ταύτης μένοντα ἀποδύρεσθαι ἑαυτὸν καὶ 233 οἰκτίζεσθαι, ὅτι ἐν τῷ λογίζεσθαί ἐστιν παρανομία, ὥστ' ἀνειπεῖν· "ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω". μετανοοῦντος ἡ φωνή· ὁ δὲ μετανοῶν οὐ λογίζεται ἀνομίαν. καὶ περὶ ἄλλων εἴρηται ἐν τῷ Μιχαίᾳ τῷ προφήτῃ· "ἐγένετο λογιζόμενος κακὰ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλει αὐτά". διασκέπτονται ἐν ταῖς νυξὶν πολλάκις περὶ παρανομημάτων καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦσιν αὐτά. δέον δέ, εἰ καὶ γέγονέν ποτε ἐπὶ τῆς κοίτης παρανομία, κατανυγῆναι· τοῦτο γὰρ ὁ λόγος προστάττει· "ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ τῆς κοίτης ὑμῶν κατανύγητε". ἐὰν γὰρ κατανυγῆτε, οὐκ εὑρίσκει τόπον ὁ διάβολος. 5 παρέστη ὁδῷ πάσῃ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισεν. πᾶσαν ἀγαθὴν ὁδὸν ἐξετράπη. ὁδοὶ δέ εἰσιν αἱ ἀρεταί. ἀμέλει γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος λέγει· "οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας"; εὐθεῖαι καὶ ἀγαθαί εἰσιν. εὐθεῖαι δὲ λέγονται αἱ ἀρεταὶ τῷ μεσότητες εἶναι· ἐν εὐθείᾳ γὰρ οὐκ ἔνι παρέκκλισις. "ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός, διεστραμμέναι δὲ αἱ ἐξ ἀριστερῶν". εὖ δὲ καὶ τὸ φάναι "οὐκ ἀγαθῇ"· οὐ γὰρ εἶπεν "πονηρᾷ". οὐ πάντως τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν. ἀδύνατόν ἐστιν παραστῆναί τινα πάσῃ ὁδῷ κακῇ τῷ ἐναντιότητας εἶναι καὶ περὶ κακίας. οὐ δύναται ὁ δειλὸς καὶ θρασὺς εἶναι οὐδὲ ὁ ἀσεβὴς δεισιδαίμων. οὐκ ἀγαθὰ οὖν εἰσιν ταῦτα. τῇ ἀποφάσει τὰ αὐτά εἰσιν, τῇ δὲ καταφάσει οὐ τὰ αὐτά. "τῇ κακίᾳ οὐ προσώχθισεν". 6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. περὶ τῶν τὴν γῆν οἰκούντων κατὰ τὸ φρόνημα λέγομεν, "τῶν τὰ ἐπίγεια φρονούντων", οὓς αἰτιώμενος ὁ θεὸς λόγος ἐν τῷ προφήτῃ Ἰερεμίᾳ λέγει· "ἐβαθύνατε εἰς τὴν γῆν κάθισιν", εἰ οἷόν τέ ἐστιν, καὶ κατωτέρω τῆς γῆς θέλετε εἶναι, οὐδὲν ἀνηγμένον διανοούμενοι, οὐκ ἔχοντες "τὸ πολίτευμα ἐν οὐρανοῖς", οὐκ ἐκεῖ τὴν καρδίαν ἔχοντες πρὸς τοὺς λέγοντας· "ἀναλάβωμεν καρδίαν ἡμῶν πρὸς ὑψηλὸν ἐν τῷ οὐρανῷ". λέγεται οὖν περί τινων πάλιν καὶ τοῦτο· "αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς". καὶ Μωυσῆς δὲ ἐν ἐπινικίῳ ᾠδῇ τῇ κατὰ Φαραὼθ καὶ τῶν μετ' αὐτοῦ ἔλεγεν· "ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς γῆ". καίτοι οὐ γῆ αὐτοὺς καταπεπώκει κατὰ τὴν ἱστορίαν ἀλλὰ ὕδωρ. εἴρηται γοῦν· "εὐθὺς ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ". κἂν γοῦν ἐκτείνῃ ὁ θεὸς κατὰ τῶν φαύλων τὴν δεξιάν, καταπίνονται ἐκ τῆς γῆς, ὅλοι γήινοι γίνονται, παραδίδονται "εἰς πάθη ἀτιμίας", "ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν" παραδίδονται, λατρεύειν "τῇ κτίσει παρὰ τὸν κτίσαντα". "ἐν τῷ οὐρανῷ" οὖν ἐστιν "τὸ ἔλεος" αὐτοῦ· "ποιεῖς" γὰρ "ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν σε". ὥσπερ διά τινος κλίμακος τοῦ ἐλέου εἰς τὸν οὐρανὸν ἀναβαίνει· ἡ φύσις γὰρ τοῦ ἐλέους τοῦ θεοῦ οὔκ ἐστιν τῶν κάτω ἀλλὰ ἄνω ἐστίν. κἄν ποτε οὖν γίνηται ἐν τῇ γῇ, τουτέστιν ἐν τοῖς ἀνθρώποις, ἡ ἀγαθότης τοῦ θεοῦ-εἴρηται γάρ· "τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ"-, ἀναβιβάζονται οἱ ἐλεώμενοι ὑπ' αὐτοῦ τοῦ ἐλέου εἰς τὸν οὐρανόν.