1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

153

"καὶ ἕως τῶν νεφελῶν", φησίν, "ἡ ἀλήθειά σου". οὐ προσεκτέον τοῖς αἴρουσιν τὴν πρόνοιαν ἀπὸ τῆς γῆς καὶ λέγουσιν αὐτὴν περιορίζεσθαι μέχρι τῶν σελήνης ὅρων διὰ τοῦ εἰπεῖν· "ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν". νεφέλαι εἰσὶν οἱ προφῆται διακονοῦντες ἡμῖν πνευματικὸν ὑετόν, ἀφ' οὗ πνευματικοῦ ὑετοῦ ἀρδεύεται ὁ τοῦ θεοῦ παράδεισος, ὁ σπόρος ὁ πεσὼν εἰς καλὴν γῆν, ὃν ἔβαλεν Ἰησοῦς ὥστε ἑκατονταπλασίονα γενέσθαι καὶ ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἕως οὖν τού των τῶν νεφελῶν τῶν διακονουσῶν τὸν πνευματικὸν ὑετόν, περὶ ὧν εἴρηται· "αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην", ἡ ἀλήθεια τοῦ θεοῦ ἐστιν. εἴ τίς ἐστιν νεφέλη δυνάμενος πνευματικὸν ὑετὸν καὶ δικαιοσύνην ῥεῖν, ἐκεῖνος ἔχει τη`̣ν θεοῦ ἀλήθειαν. 7 ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ. πολυτρόπως τὰ ὄρη τοῦ θεοῦ ἑρμηνεύεται κατὰ τὴν γραφήν. ὅταν λέγῃ· "φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων", "ὄρη αἰώνια" λέγει τοὺς ἁγίους τοὺς σκοποῦντας οὐκέτι τὰ βλεπόμενα πρόςκαιρα ὄντα, ἀλλὰ τὰ μὴ βλεπόμενα τυγχάνοντα αἰώνια. "ἐγγίσατε ὄρεσιν αἰωνίοις". τὰ ὄρη ταῦτα τὰ αἰςθητὰ οὔκ εἰσιν αἰώνια. εἰ δὲ παράγει ἡ γῆ καὶ ὁ οὐρανός, ἐκβράσματα καὶ μέρη τῆς γῆς, τὰ ὄρη, σὺν αὐτῇ ἀπέρχονται, παράγουσιν σὺν αὐτῇ, ὥστε οὔκ εἰσιν ἐκεῖνα αἰώνια. ὅ234 σοι δὲ σκοποῦσιν τὰ αἰώνι̣α̣, τὰ μὴ βλεπόμενα, τὰ ὑπέρτερα, τὰ ἀνωτάτω, ἐκεῖνοι ὄρη εἰσὶν δίαρμα πολιτείας ἔχοντες, ὕψος ἔχοντες φρονήματος εὐσεβοῦς. "ἐνγίσατε" οὖν "ὄρεσιν αἰωνίοις", τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε. "ἡ δικαιοσύνη" οὖν "ἡ σὴ ὡς τὰ ὄρη" εἰσὶν "τοῦ θεοῦ". ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ. δύναται δὲ ὄρη θεοῦ εἰπεῖν κατὰ ἄλλην διάνοιαν τὰ ὑπέρτερα πάντα, εἰς ἃ ἀπέμεινεν τὰ ἐνενήκοντα ἐννέα πρόβα τα, ὅτε ἦλθεν ὁ Ἰησοῦς σῶσαι τὸ α᾿̣π̣οσφαλὲν ἀπὸ τῶν ὀρῶν, τὸ καταπεσὸν ἐκεῖθεν καὶ ἐν πλάνῃ καὶ διώξει καὶ θανάτῳ γεγενημένον. "ἐνγίσατε" οὖν "ὄρεσιν αἰωνίοις", τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε. "ἡ δικαιοσύνη" οὖν "ἡ σὴ ὡς τὰ ὄρη" ἐστὶν "τοῦ θεοῦ". ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ. δυνατὸν δικαιοσύνην τοῦ ἐπιδημήσαντος σωτῆρος κατ' ἄλλον λόγον εἰπεῖν οὓς ἔσωσεν. "τὸν μὴ γνόντα" γὰρ "ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". οἱ γενάμενοι δικαιοσύνη θεοῦ ε᾿̣ν τῷ γεναμένῳ ὑπὲρ ἡμῶν ἁμαρτία ὡς τὰ ὄρη εἰσὶν τοῦ θεοῦ, ὡς οἱ ἄγγελοι, ὡς οἱ ἀρχάγγελοι· ἡνώθησαν γὰρ τῇ ἄνω κτίσει. "κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν". ἑτέρως ὁ θεὸς ἐλεᾷ καὶ ἑτέρως ἄνθρωποι. τὸ ἔλεος γ̣ο̣ῦν τὸ ὑπ' ἀνθρώπων γινόμενον καὶ ἡ εἰς τὸν πλησίον εὐεργεσία ἀνθρωπίνη ἐστίν· ἴσασιν γὰρ ἀνθρωπίνως βοηθεῖν καὶ τρέφειν καὶ τὰ ἄλλα ποιεῖν, καί ἐστίν γε ὁ ἔλεος οὗτος πλησιάζων τῇ γῇ, τουτέστιν τοῖς ἀνθρωπίνοις. ἐλεῶν δὲ θεὸς μετεωρίζει τοὺς μετεωριζομένους ὥστε εἰς οὐρανὸν ἀναφέρειν. "ἐν τῷ οὐρανῷ" γοῦν "τὸ ἔλεός σου". δύναται δὲ καὶ τοῦτο ὅτι· ἐλεῶν οὐκ ἀνθρωπίνως ἐλεᾷς· εἰ γὰρ καὶ "δίδως τροφὴν πάσῃ σαρκί", εἰ καὶ ὑγίειαν τοῖς νοσοῦσιν παρέχεις, ἄλλ' ἐστιν αὕτη ἡ δικαιοσύνη οὐ τοῦ οὐρα νοῦ ἁπτομένη. καὶ ἵνα σαφέστερον φράσω· τὰ ἁπτόμενα δωρεᾷ θεοῦ οὐ μόνον δικαίων, ἀλλὰ καὶ φαύλων, καὶ λογικῶν καὶ ἀλόγων, οὔκ ἐστιν οὐράνια. ἐκεῖνα δὲ μόνα τοῦ οὐρανοῦ εἰσιν καὶ εἰς τὸν οὐρανὸν ξεναγοῦσιν, ἅ ἐστιν ἀγαθὰ ἀληθῶς ουρ ανιοσπουδη. καὶ ἐν ἑτέρῳ ψαλμῷ ἔχεις· "τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ". ἐλεᾷ τὴν γῆν ἐκεῖνον καταπέμπων τὸν ἔλεον, ὃς ἁρ̣μόζει τοῖς ἐπὶ γῆς. ὃν δὲ "ποιεῖ εἰς χιλιάδας τοῖς ἀγαπῶσιν" τὸν ἔλεον, οὐράνιός ἐστιν καὶ εἰς οὐρανὸν ἀναβιβάζει. δυνατὸν δὲ οὐρανὸν ἐνταῦθα εἰπεῖν τὴν λογικὴν οὐσίαν, τὴν νοερὰν ὕπαρξιν· οὕτω γὰρ ἐξειλήφασίν τινες καὶ τό· "ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", τῆς γῆς σημαινούσης τὴν