1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

154

σω̣ματικωτέραν ὕπαρξιν καὶ οὐσίαν, τοῦ δὲ οὐρανοῦ τὴν λογικήν. λέγεται γοῦν καὶ ἐν ἄλλοις· "ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ". καὶ δύναται οὐρανὸς εἶναι οὐχ οὗτος ὁ φαινόμενος οὐκ ὁ ἐν ὄψει ἡμῶν μόνος ἀλλὰ πᾶς. ὁ ἑπτὰ δὲ σχιζόμενος "οὐρανὸς τοῦν οὐρανοῦ" ἡ θεικὴ κατάστασις· λέγεται γὰρ ἐν οὐρανῷ ὁ θεὸς εἶναι οὐχ ὅτι ἐν τόπῳ ἐστίν. λέγεται γοῦν ἐν εὐαγγελίῳ· "οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου". κατέβη δὲ μόνος Ἰησοῦς ἐκ τοῦ ἀληθῶς οὐρανοῦ, τουτέστιν τῆς καταστάσεως τῆς ἁρμοζούσης θεῷ, τῆς ὡσανεὶ περιωπῆς τοῦ θεοῦ. ἀμέλει γοῦν ὁ διάβολος ἐν οὐρανῷ τυγχάνων ἦν· ἐκεῖ θεν γὰρ ἐξέπεσεν μετὰ τῶν βλασφημησάντων καὶ ἐπαρθέντων. λέγεται γοῦν πρὸς αὐτόν· "σὺ εἶπας· εἰς τὸν οὐρανὸν ἀναβήσομαι". ἐν τῷ οὐρανῷ ὤν, πῶς ἐν τῷ οὐρανῷ ἀναβαίνει; ἐν τῷ οὐρανῷ ἦν, ἐν ᾧ καὶ ἄλλαι θεῖαι καὶ μακάριαι οὐσίαι εἰσίν. φαντασίαν δὲ καὶ ἐπιθυμίαν ἔλαβεν τοῦ θεὸς εἶναι. δοκῶν "ὅμοιος τῷ ὑψίστῳ" γενήσεσθαι τὴν πρὸς τὸν ὕψιστον ὁμοίωσιν οὐρανὸν ὠνόμασεν. μόνος οὖν ὁ θεὸς ἐν αὐτῷ τῷ λεγομένῳ οὐρανῷ ἐστιν, οὐχ ὅτι τόπος ἐστὶν ἢ σῶμά τι ἢ ποίημα, ἀλλὰ κατάστασις, ὡσανεὶ κατάστασις θεοῦ, περιωπὴ θεοῦ. ὁ ἐπιθυμίαν οὖν λαβὼν τοῦ ἔσεσθαι θεὸς ματαίαν ἔδοξεν, ὅτι οἷός τέ ἐστιν "ἀναβῆναι ἐπάνω τῶν νεφελῶν καὶ θεῖναι τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν ἄστρων καὶ γενήσεσθαι ὡς ὁ ὕψιστος". διὰ τοῦ ὅλως εἰπεῖν· "ἔσομαι ὅμοιος τῷ ὑψίστῳ", ἔδει αὐτὸν ἔννοιαν λαβεῖν ὅτι ἡ τοῦ ὑψίστου ὁμοίωσις οὐκ ἐπὶ μέλλοντί ἐστιν. ἄπειρον δὲ φέρει τὴν αὐτὴν ὕπαρξιν, ἐξ ἀπείρου καὶ ἐπ' ἄπειρον ὁ αὐτός ἐστιν, ἄναρχος καὶ ἀτελεύτητός ἐστιν. ὁ δὲ λέγων "ἔσομαι" ἔδειξεν ὅτι τέως οὐκ ἐ´̣σ̣τ̣ιν. ὁ δὲ μὴ ὢν τὸ οὕτω θεὸς οὐδὲ γενήσεταί ποτε. μέχρις οὖν ἐπιθυμίας ἔστη αὐτῷ τὸ πρᾶγμα̣, καὶ ἐξέπεσεν καὶ τοῦ παρόντος· ἦν γὰρ ἄλλως ἐν οὐρανῷ, καὶ εἰπών· "εἰς 235 τὸν οὐρανὸν ἀναβήσομαι", ἐξέπεσεν ἐκ τοῦ εἶχεν οὐρανοῦ· "πῶς" γὰρ "ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων"; διὰ τοῦ εἰπεῖν· "πῶς ἐξέπεσεν"; ἔδειξεν ἐν οὐρανῷ εἶναι αὐτόν, τῷ δὲ λέγειν· "εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἔσομαι", ἔδειξεν ὅτι ἐν οὐρανῷ ἄλλῳ ἐπόθησεν γενέσθαι. καταλλήλως τῷ οὐρανῷ καὶ τὰς νεφέλας ἐκλαβεῖν προσήκει. ἐλέγομεν χθές, ὅτι θείας φύσεις σημαίνει πολλάκις τὸ τῶν νεφελῶν ὄνομα· ὅταν γὰρ λέγῃ θεὸς περὶ τοῦ Ἰσρα̣ὴλ ὡς ὄντος ἀμπελῶνος, καὶ ὅτι ἀντὶ σταφυλῆς ἤγαγεν ἀκάνθας-ἀντὶ τοῦ καταλλήλου καρποῦ ἤνεγκεν ἐπιθυμίας αἰσχράς· ταύτας δὲ ἀκάνθας εἶπεν ὁ σωτήρ-, λέγει ὅτι· "ἐντελοῦμαι ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν". ὁ ὑετὸς δὲ οὗτος οὐκ αἰσθητός ἐστιν, ὅθεν οὐδὲ αἱ ῥέουσαι εἰς αὐτὸν νεφέλαι. εἴρηται γοῦν· "αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην". δικαιοσύνη δὲ ῥεῖ καὶ κατέρχεται οὐκ ἀπὸ αἰσθητῶν νεφῶν. καὶ παράδοξον ἐρῶ· ἔστιν τις ἀλήθεια, ἥτις οὐ προηγουμένως οἰκεῖ παρὰ θεῷ. λέγει Παῦλος· "ἔστιν ἀλήθεια τοῦ Ἰησοῦ ἐν ἐμοί", ὡς οὔσης ἄλλης ἀληθείας, ἥτις οὐ κυρίως τοῦ Ἰησοῦ λέγεται· πάντα̣ μὲν γ̣ὰρ αὐτοῦ ἐστιν, πάντων δημιουργός ἐστιν. τὰ δὲ δημιουργήματα αὐτοῦ ἐπιστητὰ ὄντα ἔχουσιν ἐπιστήμην ἐνκ̣ε̣ι̣μένην καὶ ἀλήθειαν, ἥν τις δύναται λαμβάνειν ἀπὸ τῶν ἐπιστητῶν. ἔστιν οὖν ἀλήθεια, φέρε, ἐν γραμματικῇ καὶ ἐν γεωμετρίᾳ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις. οὐκ ἐκείνην τὴν ἀλήθειαν τέως τοῦ Ἰησοῦ λέγει, οὐχ ὅτι οὔκ ἐστιν καὶ αὐτὴ αὐτοῦ· τὰ γὰρ ἐπιστητά, ἐν οἷς ἡ ἐπιστήμη καὶ ἡ ἀλήθεια, αὐτοῦ δημιουργήματά ἐστιν. καὶ λέγω· κατασκευαζέτω μηχανικός τις ὡρολόγιον. ἔστιν πάντως ἐν τῷ κατασκευασθέντι ἐπιστήμη καθ' ἣν γέγονεν· σχὼν γὰρ ἐπιστήμην μηχανικὴν κατεσκεύασεν αὐτό. καὶ ἔστιν ἀ λήθεια ἐν τῇ κατασκευῇ, ὅταν οὕτως ἔχῃ τὰς ἀναλογίας, καθ' ἃς γίνεται ἄμεμπτον ὡρολόγιον. ἐάν τις τοίνυν ἐκείνην λάβῃ τὴν ἐπιστήμην ἀπὸ τοῦ φαινομένου ὡρολογίου ἐκείνου, τοῦ κατασκευάσαντος τὴν ἐπιστήμην ἔσχεν. καὶ ἔστιν γε μέσον τὸ ὡρολόγιον τῶν δύο τούτων ἕξεων τοῦ τε