1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

155

πεποιηκότος καὶ τοῦ ἐξ αὐτοῦ γεναμένου ἐγνωκότος αὐτόν. δῶμεν διὰ παραδείγματος· οἱ ἐπιστήμονες ὄντες, ἃ γιγνώσκουσιν, οὐχ ᾗ τοιοῦτοί εἰσιν, ἀλλ' ᾗ σπεύδουσιν εἶναι τοιοῦτοι, καὶ ὡς ταὐτὰ γιγνώσκουσιν, ὅταν εἰς αὐτὸ τὸ τέρμα καὶ τέλος τῆς ἐπιστήμης ἀναβῶσιν. ἐκείνη οὖν ἡ ἐπὶ πᾶσιν προκοπὴ γνῶσις καὶ ἀλήθεια τοῦ ἐπιστήμονος ῥηθείη, οὐχ ὅτι οὔκ ἐστιν θεοῦ καὶ εἰσαγωγική· αὐτῆς γὰρ ἕνεκα αὕτη παραλαμβάνεται. ἡ πρωτότυπος καὶ πᾶσα ἰδέα τῆς ἀληθείας ὁ σωτήρ ἐστ̣ι̣ν. μετέχειν δὲ τῆς ἀληθείας ταύτης δυνατόν. ὁ μετασχὼν ἕξιν ἔλαβεν καλουμένην ἀλήθειαν, περὶ ἧς ὁ ἅγιος εἶπεν· "ἔστιν ἀλήθεια ἐν ἐμοί", καί· "οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου". αὕτη ἡ ἀλήθεια γέγονεν διὰ τοῦ τῆς ἀληθείας διὰ τοῦ πρωτοτύπου σφραγιστῆρος γενέσθαι τὴν ἐν κηρῷ ἢ ἄλλῳ τινὶ σφραγῖδα γενομένην. ἀμέλει γοῦν καὶ περὶ ἄλλης ποιότητος τῆς, ἵν' οὕτως εἴπω, ἀνθρωπικωτέρας διαφ̣ορά τις ἔτι εὑρίσκεται. ἡ ποιότης αὐτὴ καθ' ἑαυτὴν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ ἐν τῷ ποιῷ δέχεται. οὐ ταὐτὸν δὲ τὸ ε᾿̣πιδεχόμενον καὶ τὸ μὴ ἐπιδεχόμενον. ἄλλη πως καὶ οὐκ ἄλλη ἐστίν. εἰ δὲ ἐν ἕξει καὶ διαθέσει γέγονεν, δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. αὐ τὴ δὲ δύναται καθ' ἑαυτὴν θεωρεῖσθαι· οὐδὲ γὰρ ὁ ἀκριβῶς θέλων ἰδεῖν ποιότη̣τα ἐκ τοῦ ποιοῦ λαμβάνει αὐτὴν ταύτην, ἀλλ' ἐξ αὐτῆς τὸ ποιὸν γιγνώσκει οὕτω πεποιωμένον. 7 τὰ κρίματά σου ἄβυσσος πολλή. ἐν τοῖς ἀνθρώποις πολλὴ εὑρίσκεται ἡ διαφορὰ καὶ τῶν ἔξω̣θεν προσπιπτόντων καὶ τῶν ἀπὸ διαθέσεως τῆς αὐτῶν. ἔστιν εὑρεῖν ἐκ τῶν ἔξωθεν διαφοράν. οἱ μέν εἰσιν πλούσιοι, οἱ δ̣ὲ πένητες, ἕτεροι ἄρχοντες, ἄλλοι ὑπήκοοι, ὑγιαίνοντες, νοσώδεις. λοιπὸν καὶ περὶ τὰ ἐπιτηδεύματα ταὐτά· ὡσανεὶ ψυχικῶς εἰσιν ὀξεῖς καὶ βραδεῖς τὴν φύσιν, καὶ ἕτεροι ἐπιτρεπῶς ἔχοντες πρὸς ἀρετὴν καὶ ἄλλοι πρὸς κακίαν. καὶ τούτων πολλή ἐστιν διαφορά· οὐδεὶς γὰρ ἀνθρώπων ἐν τελείᾳ ἀρετῇ ἐστιν, κἄν τις ἐπὶ ταύτην σπεύδῃ, κἂν προκόπτῃ κατ' αὐτήν. ἔνθα δὲ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀπειρία πολλή. ὡσαύτως καὶ ἡ κακία. καὶ καλὸν εἰπεῖν, ἡ ἀρετὴ δεχομένη τὸ μᾶλλον καὶ τὸ ἧττον ἐλεύσεταί ποτε εἰς τὸ τέλος, ὅτε οὔκ ἐστιν σπουδαῖος σπουδαίου μᾶλλον, σοφὸς σοφοῦ μᾶλλον. ἡ δὲ κακία ἀεὶ ἐν ἀπειρίᾳ ἐστίν. οὐκ ἔχει τέλος ὅλως· πῶς γὰρ οἷόν τε ἑ`̣ν̣ τέλος εἶναι τῆς κακίας αὐτῆς ἀσυμφώνου καὶ διαφόρου οὔσης; ἐν ὑπερβολῇ καὶ ἐνλείψει ἀπειρία ἐστίν, ἐν δὲ μεσότητι λαμβάνεταί τι τέλος ὡρισμένον. ἐπεὶ τοίνυν οὐκ ἔχομεν εἰπεῖν ἡμεῖς οἱ ἄνθρωποι, κἂν -μὴ γὰρ δοκοῦσιν ἔχειν γνῶσιν-, ἱνατί ὅσδε πένης ἐστὶν 236 καὶ ἄλλος πλουτεῖ· οἷον γὰρ ἐὰν εἴπῃς· ἔχει ἀκαταλημψίαν τινά. πολλάκις λέγομεν, ὅτι ὁ θεὸς θεωρῶν ὅτι ὅσδε πλούτου τυχὼν ἢ ἀξιώματος ὑπεραίρεται καὶ καταπατεῖ πάντας, οὐ δίδωσιν αὐτοῖς, καὶ εὑρίσκομεν τοιούτους πατοῦντας ἐξανισταμένους κατὰ πάντα ἔχοντας πλοῦτον. ὁμοίως καὶ ἐπὶ ὑγιείας καὶ ἐπὶ τῶν τῆς ψυχῆς κινημάτων τὴν τούτων διαφορὰν λέγομεν ὅτι κρίσει θεοῦ γίνεται. καὶ ὅτι κρίσει θεοῦ γίνεται, ἀπὸ τοῦ εὐαγγελίου λάβωμεν τὴν λέξιν καὶ σαφηνίσωμεν, εἰ οἷόν τέ ἐστιν χειραγωγηθέντα ἐπὶ τὴν ἱστορίαν ταύτην· ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ φησιν· "οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βησσαιδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν". εἰ αἱ δυνάμεις αἱ τεράστιοι Σιδωνίοις καὶ Τυρίοις γενόμεναι ἦσαν, ἐξεκαλοῦντο εἰς μετάνοιαν̣. τούτων δὲ πειραθεῖσαι αἱ εἰρημέναι πόλεις ἡ Βησσαιδὰ καὶ ἡ Χοραζίν-διὰ τί ἐκεῖ γέγοναν αἱ τεράςτιοι δυνάμεις, ἔνθα οὐ μετενόησαν; ῥῆμά ἐστιν ἀβύσσῳ ἐοικός. "ἀνεξερεύνητα" εἶπεν ὁ ἀπόστολος τὰ κρίματα τοῦ θεοῦ. οὐδεὶς ἐξερευνᾷ αὐτά, οὐδεὶς τὸ βάθος αὐτῶν καταλαβεῖν δύναται. μόλις δὲ ἐπιστάνοντες τοῖς πραττομένοις καὶ ὡσανεὶ κρινομένοις λαμβάνομεν φαντασίαν ὅτι θεός ἐστιν ὁ κρίνων καὶ διατάττων ἕκαστα. τὸ καθ' ἓν δὲ οὐ δυνάμεθα εἰπεῖν, διὰ τί ὅσδε, φέρε, ἰσχυρός ἐστιν, ἄλλος δὲ ἀσθενής.