156
οὐκ ἔχομεν τὰ καθέκαστα εἰπεῖν. καὶ ὡς εἶπόν ποτε, ὅτι ἔστιν κυκλικὴ θεραπεία, καὶ ἐάν τις ἕκαστον βοήθημα καθ' ἑαυτὸ λάβῃ, δοκεῖ καταλαμβάνειν αὐτὸ σφαλλόμενος ἐνίοτε καὶ αἰτιᾶται τὸν ἰατρόν. τότε δὲ αὐτὸ καλῶς ἐνόει, εἰ ἐγίγνωσκεν, διὰ τί τάδε πρὸ αὐτοῦ γέγονεν καὶ τάδε μετ' αὐτὸ ἔσται, καὶ ἕως ποτέ ἐστιν ἵν' ὑγίεια ὑπαρχθῇ. ἀνίατρος δὲ οὐ δύναται τοῦτο καταλαβεῖν. φαντασίαν οὖν λαμβάνομεν περὶ αὐτῶν ὅπως ποτὲ καὶ γιγνώσκομεν ὅτι θεοῦ κρίσει γίνεται τὰ κρίματα ταῦτα. "τὰ κρίματά σου" οὖν οὐχ ἁπλῶς "ἄβυσσος", ἀλλὰ "πολλή". καὶ ἡ ἁπλῶς "ἄβυσσος" πάνυ βάθος ἔχει καὶ ἀπεριόριστον ἔχει τὸν βυσσόν, πολλῷ δὲ πλέον ἡ "πολλή". τὴν δὲ ἐπίτασιν σημαίνει διὰ τοῦ "πολλή", ὡς καὶ τὸ "ἀνεξερεύνητον" τῶν κριμάτων. ἐν ἄλλοις ψαλμοῖς περὶ τούτου ἐλέχθη· θεολογῶν ὁ ὑμνῳδὸς ἔλεγεν· "ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ". καὶ ἐν ἄλλῳ· "ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ". τὴν ἀσάφειαν καὶ τὴν ἀκαταλημψίαν λέγει. κρυπτὸν ὂν τὸ σκότος τοῦτο τὸ τῆς ἀσαφείας, τὸ τῆς ἀκαταλημψίας, καὶ ἱμάτιόν ἐστιν ἀβύσσῳ ἐοικός. 7 ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. σῴζει ἀνθρώπους καὶ κτήνη. καὶ ἐὰν κατὰ τὸ πρόχειρον τὰ κτήνη λάβωμεν, καὶ τοὺς ἐν αἰσθήσει ἀνθρώπους λαμβάνομεν. διοικεῖ δὲ πάντα καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα ζῷα, τὰ μὲν λογικὰ κατ' αὐτά, τὰ δὲ ἄλογα ὡς διὰ τὰ λογικὰ γενόμενα· τὰς χρείας γὰρ ἀποπληροῖ τὰ ἄλογα τῶν λογικῶν. τὰ μ̣ὲν ἀχθοφορεῖ αὐτοῖς, τὰ δὲ ἄροτρον ἕλκει, τὰ δὲ ἄλλως ὑπηρ̣εσίαν παρέχει. εἶτ', ἐπεὶ καὶ ταῦτα δύναται ὑποπεσεῖν βλάβῃ καὶ θανάτῳ, σῴζει καὶ ταῦτα. σώζει καὶ τὸν ἄνθρωπον. "ἀνθρώπους" οὖν "καὶ κτήνη σώσεις, κύριε". τὸ αὐτὸ πάλιν τῶν κριμάτων ἀνεξερεύνητον καὶ ἐν τούτοις εὑρίσκεται, ὅτι πάντας μὲν ἀνθρώπους σῴζει, διαφόρως δέ, τοὺς μὲν μετὰ πολλὴν κάκωσιν, τοὺς δὲ μετὰ ἀναπαύσεώς τινος καὶ ἡδονῆς. ἐὰν δὲ τὴν ἀληθῶς σωτηρίαν λέγῃ σῴζεσθαι ἀνθρώπους καὶ εὔχηται περὶ ἧς ε̣ἰ´̣ρηται, ὅτι "ἐγένετο ὁ σωτὴρ πᾶσιν τοῖς ὑπακούουσιν αἴτιος σωτηρίας αἰωνίου", πρὸς ὃ σημαινόμενον ἀφορῶν ὁ ἅγιος ἔλεγεν· "ὁ θεὸς ἡμῶν, θεὸς τοῦ σῴζειν", ἀλληγορητέον ἐνταῦθα τὰ κτήνη· τῶν γὰρ προσεληλυθότων τῇ θεοσεβείᾳ καὶ αὐτῇ τῇ τοῦ εὐαγγελίου διδασκαλίᾳ οἱ μὲν μαθηταί, οἱ δὲ πρόβατα λέγονται· "τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν". φωνῆς μόνης ἀκούουσιν. ἐστὶν δὲ ἡ φωνὴ ἡ πρόχειρος ἀπόδοσις τῶν γραφῶν ἡ φθάνουσα καὶ κρούουσα τὴν ψυχὴν καὶ τὴν ἀκοὴν αὐτῆς, οὐ μὴν τ̣ὸν νου῀̣ν. τῆς φωνῆς οὖν τοῦ Ἰησοῦ τὰ πρόβατα αὐτοῦ ἀκούουσιν ὡς ἀρίστου καὶ ἀληθοῦς ποιμένος. ὅταν δὲ λέγῃ τισίν. "ὑμεῖς φωνεῖτέ με· ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ", εἰμὶ ἀληθῶς διδάσκαλος. καί εἰμι κύριος ὑμῶν· δουλεύετε γάρ μοι τηροῦν237 τές μου τοὺς νόμους-, οὗτοι οὔκ εἰσιν πρόβατα, ἀλλὰ μαθηταί, μαθηταὶ σοφίας, μαθηταὶ τῆς ἀληθείας. τὰ δὲ πρόβατα ποιμένος εἰσὶν πρόβατα. ἄλλη δέ ἐστιν ἐπίνοια συνκαταβατικὴ τοῦ σωτῆρος τὸ εἶναι αὐτὸν ποιμένα. ἐπεὶ δὲ πάντας σῶσαι καὶ βελτιῶσαι βούλεται, τότε δὲ ἡ σωτηρία καὶ ἡ βελτίωσις ἀνύεται, ὅταν πρὸς τὴν ἕξιν τοῦ δυναμένου ὠφεληθῆναι πρὸς ἃ δύναται, τοὺς μὲν με´̣χρι τῆς φωνῆς αὐτοῦ ἀκροατὰς καλεῖ, τοὺς δὲ τοῦ λόγου αὐτοῦ, τῆς διδασκαλίας αὐτοῦ. τοὺς οὕτως οὖν καλουμένους ἀνθρώπους καὶ κτήνη σῴζει. καὶ τὰ πρόβατα δὲ σῴζει, ἵνα μηκέτι πρόβατα ὦσιν, ἀλλ' ἐκ προβάτων ἄνθρωποι γένωνται. τοῦτο γοῦν αἰνίττεται ὁ εἰκοστὸς δεύτερος ψαλμός· "κύριος", φησίν, "ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με". ὡς πρόβατον λαλεῖ· τὰ ὑπάρξαντα παρὰ ποιμένος ἀπαγγέλλει εὐχαριστητικῶς. εἶτα λέγει· "τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με". καὶ μεθ' ὁλίγον ἐπιφέρει· "ἑτοίμασας ἐνώπιόν μου τράπεζαν". οὐκέτι τόπος χλοῆς ἐστιν, οὐκέτι νομή, οὐκέτι βόσκεται, ἀλλὰ τράπεζα, ἐν ᾗ ἐπίκειται "ὁ ἄρτος τῆς ζωῆς", "ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς", ἡ σὰρξ Ἰησοῦ, ἡ ἀληθινὴ