1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

157

τροφή. μετὰ δὲ τὴν προκοπὴν τῆς τραπέζης μεταλαμβάνει καὶ ποτηρίου, οὗ προπίνει ἡ σοφία "ἡ κεράσασα τὸν ἑαυτῆς οἶνον". σὸν ποτήριόν ἐστιν, εἰ σύ μοι προπίνεις, ἐμὸν δὲ ποτήριον, εἰ μεμέτρηκάς μοι, ὃ δύναμαι πιεῖν. 8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός. ἐλέῳ θεοῦ καὶ οἱ ἄνθρωποι σῴζονται. τότε δὲ πληθύνεται τὸ ἔλεος τοῦ θεοῦ καὶ ἡ δαψίλεια αὐτοῦ φαίνεται, ὅταν καὶ κτήνη σῴζῃ. ὡς εἰ καὶ περὶ διδασκάλιου τελείου λέγῃς, ὅτι ἡ ἀγαθότης αὐτοῦ γνωρίζεται, ὅταν σοφοὺς καὶ τελείους ἀκροατὰς παιδεύῃ· τότε δὲ πληθύνεται αὐτοῦ ἡ ἀγαθότης, ὅταν καὶ τοῖς ἀνοήτοις συνκαταβαίνῃ, πειρᾶται εἰσάγειν αὐτοὺς εἰς μείζονα κατάστασιν. αὐτίκα γοῦν ὁ διδάσκαλος τοῦ χριστιανισμοῦ "σοφοῖς καὶ ἀνοήτοις, Ἕλλησιν καὶ βαρβάροις ὀφειλέτης ἐστίν". οὐ μόνον σοφοῖς ὀφειλέτης ἐστίν, ἀλλὰ καὶ ἀνοήτοις. καὶ τοῖς μὲν σοφοῖς "λαλεῖ ἐν τοῖς τελείοις σοφίαν", τοῖς δὲ ἀνοήτοις οὐ τὴν σοφίαν λαλεῖ, ἀλλ' ἐκεῖνα προτείνει τὰ μαθήματα τὰ ἀφιστῶντα αὐτοὺς ἀνοησίας, ἵνα μηκέτι ἀνόητοι ὄντες δέχωται λοιπὸν τὴν σοφίαν. πάλιν Ἕλλησιν, τοῖς Ἕλληνα νοῦν ἔχουσιν ἠκριβωμένον καὶ δυνάμενον παρακολουθεῖν ὡς Ἕλλησιν λαλεῖ. τοῖς δὲ βαρβάροις οὖσιν κατὰ τὴν ψυχὴν ἐκεῖνα λέγει τὰ ἀφιστῶντα τοῦ βαρβάρου ἔθνους, τῆς γνώμης τῆς τοιαύτης τῆς ἀγριωτέρας. 8 οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. οἱ τῶν ἀνθρώπων τούτων υἱοί. ἐὰν μὲν οὖν καὶ κατὰ τὴν προτέραν ἐξήγησιν λέγωνται ἄνθρωποι τὰ θνητὰ λογικὰ ζῷα καὶ κτήνη τὰ αὐτοῖς ὑπηρετοῦντα, τούτων τῶν ἀνθρώπων οἱ υἱοὶ ἐν σκέπῃ τῶν θεοῦ πτερύγων τὴν ἐλπίδα ἔχουσιν. πτέρυγες αὗται νοηταί εἰσιν μ̣ετεωρίζουσαι τὸν νοῦν. οὕτω γοῦν ὁ ἅγιος λέγει· "τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς"; οὐχ οὕτω λέγομεν ὅτι αἰσθητοῦ ζῴου δοθῆναι αὐτῷ πτέρυγας εὔχεται· τοῦτο γὰρ ἀδύνατον. ἀδυνάτων δὲ οὐδὲ ἔρως ἐστὶν οὔτε εὐχή. "ὡς ἀετὸς ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν". τότε ἐπτερώθησαν, ἠδυνήθησαν "ἐπὶ τῶν μεταφρένων" τοῦ θεοῦ ληφθῆναι. τί δὲ ἐφ' ἡμῖν ἐστιν τὸ οὕτω πτερωθῆναι; ἄκουε τί φησιν ὁ προφήτης Ἰσαίας· "οἱ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροποιήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν". καὶ ἄλλος ἐπεύχεται λέγων· "ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου". ὅταν γοῦν ὁ ἅγιος λέγῃ ἐπτερῶσθαι, τὰ πτερὰ τούτου ἀρετὴν καὶ σύνεσιν καὶ σοφίαν ἐκλημπτέον· ταῦτα γὰρ μετάρσιον μετεωρίζει τὸν̣ ἄνθρωπον. σκεπασθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου σκεπάζονται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ. σκέπη αὐτῶν γίνεται τῶν πτερύγων τοῦ θεοῦ. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιήσωσιν, ἵνα νοσσοποιηθῶσιν, ὡς ᾠὰ γένωνται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ. σκέπη αὐτῶν γίνεται τῶν πτερύγων τοῦ θεοῦ. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιήσουσιν ᾠὰ δέ εἰσιν αἱ ἄπλαστοι ψυχαὶ αἱ μήπω μόρφωσιν Χριστοῦ λαβοῦσαι. ὅταν οὖν ὑπὸ τὰς πτέρυγας αὐτοῦ γεγόνωσιν, τότε μορφοῦνται καὶ ζῷα γίνονται κα̣τὰ ἀλλ̣ηγορίαν κατὰ τὸν ἔσω ἄνθρωπον. οὐ τοῦτο λέγει· "υἱοὶ τῶν θνητῶν ζῴων", ἀλλὰ τῶν φυλαττόντων ἀληθῶς τὸν ἄνθρωπον τὸν "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ. δύναται δὲ καὶ παραφραστικῶς εἰρῆσθαι "υἱοὶ ἀνθρώπων" ἀντὶ τοῦ "οἱ ἄνθρωποι". 9 μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου. 238 οὐ πᾶσα μέθη ψέγεται. "μὴ μεθυσθήσεσθε", φησίν, "οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία". καὶ κατὰ τὸ πρόχειρον μὲν δύναται τὴν πολυοινίαν εἰρῆσθαι ἀσωτίας οἶνον· βλάπτει γὰρ τὰς φρένας, παραπεσεῖν ἔσθ' ὅτε ποιεῖ. ψέγεται οὖν αὕτη ἡ μέθη. καὶ περὶ τῶν ἑτερογνωμονούντων καὶ δόγματα ἄθεα εἰσαγόντων ὥσπερ τροφὴν καὶ οἶνον αὐτὰ προτεινόντων λέγεται· "οἵδε δὲ σιτοῦνται σῖτα ἀσεβείας". καὶ τὰ σῖτα τῆς ἀσεβείας ἐσθίοντες καὶ ζητοῦντες ἐκεῖνοί εἰσιν περὶ ὧν εἴρηται· "ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν"· ὡς γὰρ τρέφονται τῷ σώματι Χριστοῦ οἱ τὰ δόγματα τῆς εὐσεβείας προσηκάμενοι, οὕτως τὰς σάρκας τοῦ δράκοντος, τοῦ διαβόλου αὐτοῦ, ἐσθίουσιν οἱ