158
ἀθέοις δόγμασιν σιτούμενοι καὶ πίνοντες τὸν κατάλληλον οἶνον, οἶνον ἀσ̣ωτίας. "μὴ μεθυσθήσεσθε" οὖν "οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία". ἀσεβῶν δέ ἐστιν τὸ τοῦτον πίνειν τὸν οἶνον· "οἴνῳ γὰρ παρανόμῳ μεθυσθήσονται". ἡ δὲ καὶ ἐπαινετὴ μέθη καί, ἵνα ὥς τινες εἶπον, εἴπω, νηφάλιος μέθη νήφειν ποιοῦσα τοὺς πεπωκότας. ἐν τῷ ᾄσματι γοῦν τῶν ᾀσμάτων ὁ Ἰησοῦς πρὸς τοὺς ἑταίρους ἑαυτοῦ ἔλεγεν· "φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί". τοῖς ἀδελφοῖς ἑαυτοῦ ὁ θεὸς λόγος λέγει ταῦτα· ἐνανθρωπήσας γὰρ ἔσχεν ἀδελφοὺς τοὺς κατ' αὐτὸν πολιτευομένους, τοὺς τὰ μαθήματα αὐτοῦ δεχομένους καὶ υἱοποιουμένους. "φάγετε" οὖν, "πίετε, μεθύσθητε". φάγετε τῆς πνευματικῆς τροφῆς ἧς εὐτρέπισεν ὑμῖν ἡ σοφία· "ἡτοιμάσατο" γὰρ "τὴν ἑαυτῆς τράπεζαν". καὶ πίετε ἐκεῖνον τὸν οἶνον τὸν εἰς μέθην νη´̣φ̣ουσαν ἄγοντα. καὶ ἐνταῦθα οὖν οὐ καθάπαξ εἶπεν, ἀλλὰ "μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου". κατὰ μίαν ἀπόδοσιν ἡ ἐκκλησία "οἶκος θεοῦ" λέγεται· εἴρηται γὰρ Τιμοθέῳ ὑπὸ Παύλου· "ἐὰν βραδύνω, ἔγραψά σοι, πῶς δεῖ σε ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος". ἡ πιότης τοῦ οἴκου τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ σοφία ἡ λαλουμένη ἐν τοῖς τελείοις, "ἡ στερεὰ τροφή", ἧς μετέχουσιν οἱ "τὰ αἰσθητήρια" τοῦ ἔσω ἀνθρώπου "γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ". καὶ πίνουσιν οὗτοι τὸν οἶνον τὸν ἀπὸ "τῆς ἀληθινῆς ἀμπέλου" τρυγώμενον. οὗτοι οὖν ἀπὸ τῆς πιότητος τοῦ οἴκου τοῦ θεοῦ μεθύσκονται. πιότητος τοῦ οἴκου τοῦ θεοῦ τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ ἀνενλιπὴς γνῶσις τῆς ἀληθείας. ἐὰν δὲ καὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος οἶκον καλῇς, ἐπεὶ λέγει ὅτι· "λύσατε τὸν ναὸν τοῦτον". "τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος", οὐχ ὅτι μόνον σῶμα ναὸν εἶχεν, ἀλλ' ὅτι τὸ μέρος τοῦτο τοῦ ναοῦ λυθῆναι ὑπὸ ἀνθρώπων ἠδύνατο. ἀμέλει γοῦν τὴν λύσιν τοῦ ναοῦ ἐπὶ τοῦ σώματος μόνου ἔλαβεν. ὅταν δὲ λέγῃ· "τιθῶ τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν", οὐ λέγει· "λύσατε τὴν ψυχήν μου". ἔλεγον οὖν παράδοξ̣όν ποτε τοιοῦτο, εἰ τίθησιν τὴν ψυχὴν αὐτοῦ, ἵνα πάλιν λάβῃ αὐτήν, "καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' αὐτοῦ, ἀλλ' αὐτὸς ἐξουσίαν ἔχει θεῖναι καὶ λαβεῖν αὐτήν". σκόπει διὰ τί· οὐ κοινῷ θανάτῳ ἠέρθη αὐτῷ ἡ ζωή. ἀμέλει γοῦν οἱ συνσταυρωθέντες αὐτῷ ὑπετμήθησαν τὰ σκέλη, ἵνα ἀποθάνωσιν. τοῦτο οὖν μὴ παθόντος τοῦ σωτῆρος εὑρέθη τεθνηκώς. "κλίνας" γοῦν "τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα". εἰ δὲ οὐδεὶς ἦρεν τὴν ψυχήν, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ αὐτὴν ἔθηκεν, ἵνα πάλιν λάβῃ αὐτήν, τούτῳ τῷ τρόπῳ, ὡς ἐν ἑνὶ τῶν ψαλμῶν λέγει· "ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθεροις" γέγονεν. καὶ κατὰ μὲν τὸ πρόχε̣ιρον ἐροῦμεν, ὅτι οἱ ἀπαλλαττόμενοι μετὰ ἁμαρτιῶν καὶ "σειραῖς τῶν ἑαυτῶν ἁμαρτιῶν σφινγόμενοι" οὔκ εἰσιν ἐλεύθεροι νεκροί. ἐπεὶ τοίνυν Ἰησοῦς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ἔγνω αὐτήν, ἐλεύθερος ἦν ἐν νεκροῖς. μόνη αὕτη ἡ ψυχὴ ἐκεῖ ἐλευθέρα ὤφθη. ἀμέλει γοῦν ἔπτηξαν αὐτὴν οἱ πυλωροὶ τοῦ ᾅδου. κατὰ δεύτερον λόγον "ἐν νεκροῖς ἐλεύθερος" οὕτω γέγονεν· πάντες οἱ ἐξερχόμενοι τοῦ βίου καὶ ἀπολείποντες τὸ σῶμα ἐὰν σπουδαῖοι ὦσιν, χειραγωγοῦνται ὑπὸ φωταγωγῶν ἀγγέλων, ἄλλοι δὲ ὑπὸ κολαστω῀̣ν τινων. εἴρηται γοῦν ὅτι· "ἀπέθανεν δὲ ὁ πτωχὸς καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς κόλπους Ἀβραάμ". οὐχ ἑαυτῇ ἐκεῖ γε´̣γονεν, ἀλλὰ ἄγγελοι αὐτὴν ἀπηγίοχαν. πρὸς ἄλλον δὲ φιλόζωον λέγεται· "ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ". εἰ ἀπαιτεῖται αὐτοῦ ἡ ψυχὴ καὶ αὐτὴ ὑπό τινων κολαστῶν ἀποφέρεται εἰς τὸν ᾅδην, μόνη ἡ Ἰησοῦ ψυχὴ ἐλευθέρα ἐξῆλθεν· οὐδὲ ἀγγέλων ἐδεήθη, ἵνα ξεναγῶσιν αὐτήν, οὐδὲ εἱλκύσθη οὐκ ἔχουσα τὰ αἴτια τοῦ ἑλκυσθῆναι. τοῦτο οὖν ἐστιν τὸ θεῖναι καὶ λαβεῖν τὴν ψυχήν, καὶ "οὐδεὶς ἦρεν αὐτήν", λέγει, "ἀπ' ἐμοῦ· ἐγὼ ἐξουσίαν ἔχω θεῖναι αὐτήν, ἵνα πάλιν λάβω αὐτήν". 239 ἡ θεία παίδευσις ὑπ' ἐνανθρωπήσαντος τοῦ σωτῆρος πιότης ἐστὶν τοῦ οἴκου. καὶ τὸ