159
παράδοξον· ἐκ τῶν πνευματικῶν, νοητῶν λεγόμενα οὔκ εἰσιν παράδοξα. τὰ αἰσθητῶς ὄντα τι ἕτερον οὔκ εἰσιν αἰσθητά. τὸ δὲ ὂν νοητὸν δύναται καὶ αἰσθητῶς νοηθῆναι. ἀδύνατον οὖν ἐπὶ αἰσθήσεως ἀρχιερέα καὶ ἀμνὸν τὸν αὐτὸν λαβεῖν. Ἰησοῦς δὲ καὶ ἀμνός ἐστιν καὶ ἀρχιερεύς. ἀδύνατόν ἐστιν θύραν καὶ οἶκον ἐπὶ αἰσθητοῦ λαβεῖν τὸ αὐτό. Ἰησοῦς δὲ ἀμφότερά ἐστιν, καὶ θύρα εἰσάγουσα εἰς τὸν οἶκον καὶ ὁ οἶκος ἐκεῖνος, εἰς ὃν εἰσάγει ἡ θύρα. καὶ ἁπαξαπλῶς τὰ νοητὰ πάντα τοιαῦτά ἐστιν. καὶ περὶ τῆς τοῦ ἀνθρώπου γοῦν ψυχῆς λέγομεν, ὅτι γεωργεῖ ἑαυτήν, αὖ τὸ φυτόν ἐστιν, καὶ ὅτι γῆ ἐστιν δεχομένη σπέρματα καὶ καρποφοροῦσα, καὶ ὅτι νύμφη γίνεται τοῦ θεοῦ λόγου καὶ τίκτει τέκνα σωτηρίας. καὶ γίνεται καὶ πρόβατον. καὶ πρὸς τὰς διαφόρους ἐπινοίας καὶ ὀνομασίας καὶ τὰς ὠφελείας λαμβάνομεν. ὅταν ἡ ψυχὴ γῆ καλῆται, τὰ δυνάμενά τι μαθήματα σπέρματά ἐστιν, ἐὰν δὲ νύμφη λέγηται, αἱ γοναὶ αἱ καταβαλλόμεναι εἰς αὐτήν, καὶ τὰ κόσμια τὰ περὶ αὐτὴν αἱ πρακτικαὶ καὶ ἠθικαὶ ἀρεταί εἰσιν καὶ αἱ διανοητικαὶ καὶ τέλειαι. πάλιν ὅταν πρόβατον λέγηται, νομὴ λέγεται τὰ μαθήματα, χλοὴ λέγεται τὰ παιδεύματα. πάντα οὖν δύναται ἅμα εἶναι ἄλλοις καὶ ἄλλοις. καὶ τοῦτο δὲ ἰστέον· ὁ λεγόμενος οἶκος καὶ ἄμπελός ἐστιν φέρων οἶνον· καὶ πάλιν σάρξ ἐστιν τρέφουσα· καὶ γεωργός ἐστιν ἐπιμελόμενος φυτῶν, ἵνα καρποφορήσουσιν. καὶ ὅρα, ὅτι αὐτὸς καὶ γεωργὸς καὶ ἄμπελος καὶ ποιμὴν καὶ πρόβατον. κατὰ διαφόρους δὲ ἐπινοίας λαμβανόμενα δείκνυσιν ὅτι οὐσία νοητή ἐστιν, περὶ ἧς ταῦτα λέγεται. ποτὲ γοῦν Ἕλληνος ἀπαιτοῦντος ὅτι· "πόθεν ἔχετε δεῖξαι ἐκ τῆς γραφῆς ὑμῶν ὅτι, φέρε, ἡ ψυχὴ νοητή ἐστιν; πάντα γὰρ τὰ ἀπαγγελλόμενα περὶ αὐτῆς καὶ σωμάτων ἴδια σημαίνει", ἔλεγον αὐτὸ τοῦτο· ἦ ἕκαστον τῶν σωμάτων ἓν ἔχει εἶδος ἐκεῖνο καθ' ὅ ἐστιν· ὅταν δὲ μετουσίᾳ λέγηται πάντα εἶναι, οὐδὲν αἰσθητῶς λέγεται. θεὸς λέγεται, πνεῦμα λέγεται, φῶς λέγεται ὡς ἄνθρωπος ἐσχηματιςμένος καὶ μέλη ἔχων· οὐκ ἔχει γὰρ πνεῦμα μέλη· θεὸς οὐκ ἔχει κάθισιν καὶ ἀνάστασιν καὶ πόδας καὶ τὰ ἄλλα· ἐξ οὗ παρίσταται, ὅτι αἱ οὐσίαι, περὶ ὧν ταῦτα λέγονται, νοηταί τινές εἰσιν. 9 καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. δύναται ἡ ῥέουσα πιότης τοῦ οἴκου πρὸς τῷ ποτίσαι καὶ εἰς μέθην νηφάλιον ἀγαγεῖν. "χειμάρρουν̣ τρυφῆς" ὀνομάζει, ὥσπερ λέγεται "ποταμὸς τρυφῆς ἐκπορεύεσθαι ἐξ Ἐδὲμ καὶ ποτίζειν τὸν παράδεισον". η῾̣ δὲ χορηγία τῆς διδασκαλίας, τῆς μετουσίας τῆς παιδεύσεως "χειμάρρους" λέγεται "τρυφῆς". "ποτιεῖς ἐπ' αὐτούς". εὖ δὲ καὶ τὸ φάναι· "ποτιεῖς ἐπ' αὐτούς", ἐπεὶ μετὰ τὸν χειμάρρουν τοῦτον γίνονται καὶ ἐν αὐτῇ τῇ πηγῇ. ὡς νήπιοι ποτίζονται, καὶ ἵνα ἀπὸ λέξεως ἀποστολικῆς εἴπω· τοῖς εἰσαγομένοις ὁ Παῦλος γράφει· "γάλα ὑμᾶς ἐπότισα". ποτίζονται δὲ οἱ μὴ δυνάμενοι ἑαυτοῖς πιεῖν, ποτίζονται οἱ παιδ̣ευόμενοι. ὅταν ποτισθῶσιν τοῦτον τὸν τῆς τρυφῆς ποταμόν, λοιπὸν ἐπ' αὐτὴν τὴν ζωὴν ἔρχονται, ἀφ' ἧς ρ῾̣εῖ οὗτος ὁ ποταμός, "ὅτι παρὰ σοὶ πηγὴ ζωῆς". ἐπεὶ παρὰ σοὶ πηγὴ ζωῆς ἔστιν. οὐκ εἶπεν· "ὅτι παρὰ σοὶ πηγὴ ζωῆς γέγονεν" ἢ "πηγὴ ζωῆς ὑπάρξεται", ἀλλὰ "παρὰ σοὶ πηγὴ ζωῆς". ἀεὶ ἡ πηγὴ τῆς ζωῆς αὕτη ἐστίν. ὅτε μέντοι οἱ ποτιζόμενοι πλησιάσουσιν, ῥεῖ καὶ ῥεῦμα γίνεται ἀπὸ τῆς πηγῆς καλούμενος "τρυφῆς χειμάρρους". 10 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. θεώρει ὧδε πάλιν τὴν πηγήν· δι̣χῶς εἴρηκεν· καὶ τὸ φῶς εἴρηται πηγή. ἐπ' ἱστορίας δὲ καὶ σωματικῆς διαλήμψεως οὐ δυνατὰ ταῦτα. εἰ δὲ οὖν ἐξ αὐτοῦ ῥεῖ τὰ ἀγαθὰ καὶ οὐ δέχεταί ποθεν αὐτὰ ὡς λάκκος, κεφαλήν, πηγή ἐστιν ζωῆς. καὶ τί λέγω; αὐτὸς ἔλεγεν· "ἐγώ εἰμι ἡ ζωή". ταὐτὸν δέ ἐστιν εἰπεῖν "ζωὴν" καὶ "πηγὴν ζωῆς". ζ̣ωὴ μέν, ἐπεὶ ζωοποιεῖ καὶ εἰς ἀθανασίαν ἄγει, πηγὴ δέ, ὅτι οὐκ ἄλλοθεν δέχεται τὰ ζωοποιοῦντα, ἀλλὰ αὐτ̣ὴ αὐτὰ ἔχει ἐν ἑαυτῇ. "ἐν τῷ φωτί σου ὀψόμεθα φῶς"· 240 εἰ δὲ πρὸς τὸν πατέρα λέγοιτο ἡ φωνὴ αὕτη, λέγει ὅτι· ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱόν σου,