161
πάλιν ἐμποδιστικὴ κακίας ἐστίν. 9 οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσου̣σιν γῆν. οἱ ὑπομένοντες τὸν κύριον κληρονομοῦσιν τὴν ἤδη ἑρμηνευ θεῖσαν γῆν τὴν ἐν ὕψει, τῷ οὐρανῷ κειμ̣ένην. καὶ οὗτος ὁ ∆αυὶδ ἔλεγεν· "πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων". βασιλεὺς ἦν. βασιλέως δέ ἐστιν τὸ ἔχειν τὰ ἀγαθὰ τῆς ἑαυτοῦ γῆς καὶ τὸ κατακ̣υριεύειν αὐτῆς. οὐδεὶς δὲ πιστεύει λαβεῖν ὃ ἤδη ἔχει, ἀλλὰ πιστεύει εἰληφέναι. οὗτος δὲ λέγει· "πιστεύω τοῦ ἰδεῖν", οὐ "ἑωρακέναι τὰ ἀγαθὰ" ἐκεῖνα, ἃ δίδωσιν ὁ θεὸς "τοῖς αἰτοῦσιν αὐτόν", ὅταν γνησίως εὔχωνται περὶ αὐτῶν. "οἱ ὑπομένοντε̣ς" οὖν "τ̣ὸν κύριον κληρονομήσουσιν τὴν γῆν". ἆθλον μέγιστόν ἐστιν ἀρετῆς ἡ ὑπομονή· "ἡ θλῖψις ὑπομονὴν κατεργάζεται". θεωρεῖς ὅτι μετὰ θλῖψιν η῾̣ ὑπομονή. ἐκεῖνος οὖν ὑπομένει τὸν κύριον ὡς δεῖ ὁ μὴ ἄλλον ἢ αὐτὸν ἔχων ὑπομονήν. καὶ ὥσπερ σοφία γίνεταί τισιν καὶ δικαιοσύνη καὶ ἁγιασμ̣ός, οὕτω καὶ ὑπομονή. αὐτὸς γοῦν οὗτος ὁ ∆αυὶδ ἐν ἄλλῳ ψαλμῷ λέγει· "καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος"; ταύτην τὴν ὑπομονὴν ἀεὶ σπουδάζουσιν ἔχειν οἱ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας ἀγωνιζόμενοι. αὐτὸς πάλιν ὁ ὑμνῳδός που λέγει· "ὑπομένων ὑπέμεινα τὸν κύριον". οὐχ ἁπλῶς "ὑπέμεινα", ἀλλ' "ὑπομένων", ὡς τό· "δικαίως τὸ δίκαιον διώκειν". οἱ θεραπευταὶ τοῦ θεοῦ ἔχουσιν κληρονομίαν. καὶ τό γε παράδοξον ἄκουε· τέκνων ἐστὶν τὸ κληρονομεῖν, οὐ θεραπόντων. ἡ ὑπερβολὴ οὖν τῆς ἀγαθότητος τοῦ κλ̣ηρονομουμένου, ὡς ὅσον ἧκεν εἰς τὴν αὐτῶν κατάστασιν καὶ φύσιν, θεράποντας ὄντας εἰς κληρονομίαν ἄγει. καὶ ἔλεγον παράδειγμά ποτε εἰς τό· "τῇ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων". καὶ ἔλεγον, ὅτι ἀδύνατόν ἐστιν ὅλως πίστιν ἔχειν ἄνευ ἔργων· "νεκρὰ" γάρ "ἐσ̣τιν̣ χωρὶς ἔργων". λέγει οὖν· "διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων". καὶ ἔλεγον τοιαύτην εἰκόνα· ὅταν φιλάνθρωπος ᾖν, ἀν̣θ' οὗ ἐργάζονταί τινες καὶ ὃν θεραπεύουσιν, δίδωσιν μισθὸν ὑπεραίροντα τὴν ἀξίαν τοῦ μισθοῦ. καὶ ἔλαβον τοιαύτην εἰκόνα ὅτι· ἔστω τις κτήτωρ καὶ πεπιστευκέτω γεώργιόν τινι καὶ λεγέτω αὐτῷ ὅτι· "ἐὰν ἐπιμεληθῇς αὐτοῦ ὡς δεῖ καὶ ἐργάσῃ αὐτὸ ὡς προσῆκεν, χάρισμά σοι αὐτὸ δίδω· κληρονομίαν αὐτὸ ἔχε". λέγομεν ἐκεῖνον ὅτι οὐκ ἐξ ἔργων ἔλαβε τὴν κληρονομίαν, ἀλλ' ἐκ χάριτος τοῦ ὀρέξαντος. "ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον". 10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. τοῦτο λέγει· "μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν". φιλάγαθόν σε ζῷον ὁ θεὸς κατεσκεύασεν. φιλαγάθων δέ ἐστιν μὴ τὰ πρόσκαιρα καὶ παρόντα ἐπιθυμεῖν· τὰ γὰρ πρόσκαιρα καὶ παρόντα ὑπάρχει καὶ τοῖς ἁμαρτωλοῖς. μὴ τοίνυν παραζήλου αὐτο´̣ν, ἐὰν πλουτῇ, ἐὰν ὑγιαίνῃ· οὐ γὰρ ἀεὶ μένει. ἐὰν δὲ ···· ··, οὐ τὴν οὐσίαν φημί, ἀλλὰ τὸν ποιόν. ἐπερ · τὸ "πρόσκαιρον"; -ἐὰν προχείρως αὐτὸ θέλῃς λαβεῖν, τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ μὴ ἁμαρτωλὸς εἶναι. οὐκ ἐνεργεῖ δὲ τότε τὰ τῆς ἁμαρτίας. "πρόσκαιρον" δὲ "ἀπόλαυσιν ἔχει ἡ ἁμαρτία", ὡς Παῦλος γράφει. ἡ ἀπόλαυσις τῆς ἁμαρτίας οὐκέτι ὑπάρχει. πρὸς τοὺς πολλοὺς οὖν λέγομεν ὅτι τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ οὐκέτι εἶναι ἁμαρτωλός, πρὸς δὲ τὸν ἀληθῆ λόγον· ἡ ἁμαρτία οὔτε ἦν ἐξ ἀρχῆς οὐδὲ εἰς τὸν αἰῶνα ἔσται· περὶ γὰρ τοῦ κορυφαιοτάτου εἴδους αὐτῆς τῆς εἰδωλολατρίας εἴρηται τοῦτο ὅτι· "οὔτε ἀπ' ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα". εἰ δὲ αὐτὴ ἡ ὑπερέχουσα τῶν κακιῶν οὐδὲ ἀρχὴν ἔσχεν, οὕτως ὥστε ἄπαυστος̣ εἶναι, οὐδὲ οὐ λήμψει ποτὲ δηλονότι. "ἔτι ὀλίγον καὶ οὐχ ὑπάρξει ὁ ἁμαρτωλός". ἔχεις οὖν καὶ ἐν τῷ ἐνάτῳ ψαλμῷ· "σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". οὐκ εἶπεν "ἁμαρτωλοῦ", ἀλλὰ "τοῦ". εἰ δὲ "τοῦ ἁμαρτωλοῦ" συντρίβεται ὁ βραχίων, πολλῷ πλέον τῶν ὑποδεεστέρων. 10 "καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς. προχείρως πάλιν· δεῖ γὰρ καὶ τὰς δημωδεστέρας ἐξηγήσεις λέγειν. δοκεῖ τόπος εἶναι τοῦ ἁμαρτωλοῦ ὁ περὶ γῆν τόπος· ὧδε γὰρ ἡ ἀνομία γίνεται, ὧδε αἱ ἁμαρτίαι τελοῦνται. παρελεύσεται