162
οὖν ἡ γῆ μετὰ τοῦ οὐρανοῦ. "ζητήσεις" οὖν "τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς". τόπος δὲ κυρίως λέγεται ἡ θέσις ἑκάστου. ἀμέλει γοῦν καὶ περὶ τοῦ Ἰούδα λέγεται ὅτι παρέβη τὸν τόπον τῆς διακονίας· "ἀφ' ἧς παρέβη Ἰούδας". τόπος τις διακονίας ἐστὶν ἡ θέσις ἡ κατὰ τὴν διακονίαν· ὅταν γὰρ λέγῃ ὁ Παῦλος ὅτι· "τίθενται πρῶτον ἀπόστολοι, δεύτερον προφῆται, τρίτον", βαθ μοί εἰσιν διὰ τῆς θέσεω̣ς δηλ̣ούμενοι. ἀμέλει γοῦν καὶ ἐν ταῖς στρατιωτικαῖς τάξεσιν λέγουσιν ὅτι· τόπον ἔχει βενεφικιαρίου, βοηθοῦ, καὶ ἐν ταῖς ἐκ̣κλησίαις ὁμοίως. οὐκ εὑρεθήσεται ἡ θέσις τοῦ ἁμαρτωλοῦ, ἐὰν μηκέτι ἁμαρτωλὸς ᾖ. τόπος δὲ ἦν αὐτοῦ ἡ ἁμαρτία. 11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν. τοῦ ἁμαρτωλοῦ μεθ' ὁλίγον οὐκέτι ἐσομένου οὐδὲ τοῦ τόπου αὐτοῦ εὑρισκομένου, κἂν ζητηθῇ, ὁ τόπος τῶν πράων 246 μένει εἰς τὸν αἰῶνα· αἰώνιος γάρ ἐστιν ἡ ····· ····· ···ω̣η, ἀθάνατός ἐστιν. καὶ περὶ τοῦ σπουδαίου λέγεται ὅτι· "ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". οἱ πραεῖς οὖν, τουτέστιν̣ οἱ πραότητα ἔχοντες, οἱ ἀοργησίαν κατορθοῦντες, κληρονομήσουσιν τὴν γῆν· πρᾶος γάρ ἐστιν ὁ ἀο´̣ργη̣τος· οὐ γὰρ προσεκτέον ἄλλοις τισὶν λέγουσιν ὅτι ἐκεῖνος πρᾶός ἐστιν, κἂν ὀργίζηται οἷς δεῖ ὀργισθῆναι. πολιτικωτέρα δ̣ε´̣ ἐστιν αὕτη ἡ πραότης καὶ ῥητορική. τί ποτε; ἀόργητος γάρ ἐστιν ὁ σπουδαῖος· καὶ γὰρ ἐν τοῖς φθάσασιν στίχοις εἴρηται· "παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμόν". 11 καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. πότε δὲ τὸ πλῆθος τῆς εἰρήνης ταύτης γίνε̣ται; ὅταν ἡ ἐπευχὴ εἰσακούηται τῶν λεγόντων· "χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη". ὁ δυνάμενος εἰπεῖν ὅτι· "μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός", πλῆθος εἰρήνης ἔχει, κατατρυφᾷ ἐπὶ τῷ πλήθει τῆς εἰρήνης ταύτης. δυνατὸν δε`̣ εἰπεῖν ὅτι· μετοικισθέντες ἀπὸ τοῦ χωρίου τούτου, ἔνθα πόλεμοι καὶ τάραχοι τυγχάνουσιν, γίνονται ἐν γῇ τῶν πραέων, ἔνθα εἰρήνη πολιτεύεται. εἶπον καὶ ἄλλοτε τοῦτο ὅτι τόπος παραδίδοται τοιοῦτος ἐν τοῖς ἐπιχειρηματικοῖς τόποις· "ποία ἀρετὴ ποίας δεῖται"; καὶ λέγει ὅτι· δικαίων ὄντων πάντων οὐ χρεία ἀνδρείας. ἀνδρείαν δὲ λέγει τὴν πολιτικωτέραν τὴν ἐν πολέμοις συνισταμένην. πάντων δικαίων ὄντων οὔκ ἐστιν χρεία ἀνδρείας. ἀνδρείας δὲ παρούσης χρεία δικαιοσύνης. καὶ ἐνταῦθα οὖν κατατρυφῶσιν ἐπὶ πλήθει εἰρήνης, ὅταν ὦσιν πρᾶοι. ὁ δὲ πρᾶος, ὡς εἴρηται ἡμῖν, ἀταράχως πρὸς ὀργὰς ἔχει. καὶ ἐκ τοῦ διδάξαντος καὶ παρασκευάσαντος πρὸς μίμησιν ἑαυτοῦ τὸ με´̣γεθος τῆς ἀρετῆς σκόπει· "μάθετε", φησίν, "ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". οὐχ ἁπλῶς εἶπεν "ταπεινός", ἀλλ̣ὰ "τῇ καρδίᾳ". κατὰ διάθεσιν πρᾶός εἰμι, κατὰ τὴν καρδίαν. ὁ ἀτυφίαν ἔχων "ταπεινὸς τῇ καρδίᾳ" ἐστίν. ἐπειδὴ δὲ ἐνέπεσεν ἡ λέξις ἡ εὐαγγελική, ἐλεγκτέον τοὺς λέγοντας ὅτι νοῦν οὐκ ἔσχεν Ἰησοῦς, ἀλλὰ ἄλογον ψυχήν. ἐν πάσαις ταῖς γραφαῖς καὶ καιναῖς καὶ παλαιαῖς ἡ καρδία ἀντὶ νοῦ λέγεται· ὅταν γὰρ λέγῃ· "ἀκούσατέ μου οἱ ἀπολω λεκότες τὴν καρδίαν", οἱ ἀπολωλεκότες τὸ νοεῖν. καὶ "λιθίνη καρδία" ἡ ἠλίθιος νόησις. εἰ τοίνυν ἔχει καρδίαν καὶ αὕτη ἀρετὴν ἔχει-πραὺς γάρ ἐστιν τῇ καρδίᾳ καὶ ταπεινός-, τέλειον ἄνθρωπον ἀνείληφεν. 12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. τοῦτο λέγει ὅτι· ὁ ἁμαρτωλὸς ἀεὶ ἐχθρὸς εἶναι θέλει τοῦ δικαίου, καὶ οὐ μόνον ε᾿̣χ̣θρός, ἀλλὰ καὶ φονικὸς θέλει κατ' αὐτοῦ εἶναι. καὶ ὅρα γε τὸ "παρατηρήσεται", πῶς κεῖται· κυρίως τὸ παρατηρεῖσθαι τοῦτο σημαίνει π̣αρατηρεῖν πῶς βλάψῃ τίς τινα. ὡπλισμένος τίς ἐστιν· ὁ βαλεῖν αὐτὸν βέλεσιν θέλων παρατηρεῖται, ποῖον αὐτοῦ μέλος γυμνόν̣ ἐστιν, καὶ ἐκεῖ πέμπει τὸ βέλος. ἐπεὶ οὖν πεφραγμένος ἐστὶν ὁ δίκαιος, οὔκ ἐστιν γυμνός, ἀλλὰ "τὴν πανοπλίαν τοῦ θεοῦ" ἐνδέδυται καὶ "τὸν θώρακα τῆς πίστεως ἀνείληφεν" καὶ ὅλος ἐστὶν ἠσφαλισμένος. ἐὰν δὲ τὸ "παρατηρήσεται" ἀντὶ τοῦ "τηρήσει" -πολλάκις γὰρ τὰ μετὰ προθέσεως λεγόμενα ῥήματα τὸ αὐτὸ σημαίνουσιν, οἷον "βαίνων" καὶ "καταβαίνων"· ὁ καταβαίνων