1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

163

βαίνει κάτω-ἐὰν τὸ "τηρήσει" οὖν, δύο σημαίνει, ἤτοι τὸ παρατηρήσειν εἴρηται ἢ τὸ φυλάξαι. ἐὰν γοῦν λέγῃ ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ· "πάτερ ἅγιε, τήρησον αὐτούς", "φύλαξον αὐτοὺς" λέγει. "ὅτε ἤμην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς", ἀν τὶ τοῦ "ἐφύλαττον". καὶ οἱ λέγοντες· "διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης", "διαφυλάξεις" λέγουσιν. σημαίνει δέ, ὡς εἶπον, τὸ "τηρῆσαι" τὸ "παρατηρήσασθαι". λέγεται γοῦν· "αὐτός σου κεφαλὴν τηρήσει, καὶ σὺ αὐτοῦ πτέρναν". τὴν κεφαλὴν τοῦ ὄφεως̣ ἐπιτηρεῖ ὁ ἅγιος, ἵνα τὸ κεφάλαιον τῆς κακίας αὐτοῦ ἀνελὼν ὅλον αὐτὸν σχῇ νενεκρωμένον. ὁ δὲ ὄφις οὐ δύναται τοῦ ἀνδρ̣ὸς τὴν κεφαλὴν τηρεῖν, ἀλλὰ τὴν πτέρναν, τὰς ἐσχατίας αὐτοῦ δυνάμεις τὰς τῇ γῇ πλησιαζούσας τηρεῖ. οὐ γίνεται δὲ καίριος τρῶσις οὐδὲ βλάβη ἐπὶ τὴν πτέρναν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις· "ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με· τότε ἐφοβούμην ἐν τῇ πονηρᾷ ἡμέρᾳ". εἰ τὴν κεφαλήν μου ἐτήρει η ἡ ἀνομία, ἥπτετο τῆς κεφαλῆς μου ὡς ἐκείνου, περὶ οὗ γέγραπται· "ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". καὶ πάλιν· "τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν", ἀντὶ τοῦ· "εἰς τὸν νοῦν αὐτῶν". εὖ δὲ καὶ τὸ φάναι "τὸν δίκαιον", οὐ "δίκαιον" ἁπλῶς, ἀλλὰ τὸν τέλειον δίκαιον, τὸν ἀνέλε̣γκτον̣· λέγεται γὰρ πολλάκις καὶ ἐπὶ τῶν προκοπτόντων τῷ ὀνόματι τῷ κατὰ τῶν τελείων κατηγορουμένῳ, οἷον· "σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου". οὐδεὶς τῶν σοφῶν ἔξω γίνεται τοῦ λόγου τοῦ κυρίου πάντα σὺν λόγῳ ἐνεργῶν. λέγεται δέ· "ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε". ἰδοὺ σοφός. 251 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει, ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ. -------------------- ------- ----------------------------- οὐ μόνον ἀποδίδωσιν ἃ ἐδανείσατο, ἀλλὰ καὶ εὐεργέτης ἄλλων γίνε̣ται. ἐλεῶν κερδαίνει. "ὁ" δὲ "ἐλεῶν πτωχὸν θεῷ δανείζει". ὁ δανειζόμενος παρὰ θεοῦ δίκαιος καὶ πλῆθος συναγαγὼν ἔργων καὶ ἀργυρίων λογ̣ικῶν, καὶ ἄλλον εὐεργετεῖ· οἱ γὰρ κακοὶ βλάπτουσιν τοὺς συνόντας, οἱ δὲ δίκαιοι ὠφελοῦσιν. καὶ ὅτι ὁ κακὸς βλαπτικός ἐστιν, φανερόν. εἴρηται γοῦν ἐν παροιμίαις, ὅτι ὁ σοφὸς ὠφελεῖ καὶ βελτιοῖ· "ἔ λεγχε σοφὸν καὶ ἀγαπήσει σε". ἐλεγχόμενος καλῶς δέχεται τ̣οὺς ἐλέγχους ὡς ἀγαπῆσαι τὸν ἐλέγξαντα. ἀγαπήσας δὲ τὸν ἐλέγξαντα οὐκέτι ἐργάζεται τὰ ἐφ' οἷς ὁ ἔλεγχος γέγονεν. ὥσπερ "ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτὸν" ὁ πράττων τὸ κακόν. ἑαυτὸν οὖν πρὸ πάντων βλάπτει ὁ κακός. "ὁ δίκαιος" οὖν "οἰκτίρει καὶ δίδει" καὶ χαριστικός ἐστιν καὶ ἁπαξαπλῶς κοινωνεῖ ἐν καλοῖς τῷ πλησίον. οἱ λέγοντες ὅτι, "ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς", ὅτι· "ὑπάγετε ἐν εἰρήνῃ, χορτάζεσθε", μὴ διδοῖ δὲ αὐτοῖς τὰ ἐπιτήδεια, οὐδὲν ὠφέλησεν αὐτούς, ἐπεὶ ου᾿̣κ "οἰκτίρει καὶ δίδωσιν". δυνα̣τὸν δὲ καὶ οὕτως ἐκλαβεῖν· ὁ μὲν ἁμαρτωλὸς θεόθεν δανειζόμενος τὰς διδομένας αὐτῷ ἐννοίας κοινὰς̣ καὶ τὰς ἐντολὰς "οὐκ ἀποτείσει" ου᾿̣δὲ ὃ ἔχει οὐδὲ ὃ ἔλαβεν, οὐδὲ τὸ κέρδος οὐδὲ τὸν τόκον. "ὁ δὲ δίκαιος" θεὸς ἔτι μᾶλλον "οἰκτίρει καὶ διδοῖ". ἐκεῖνος δεχόμενος οὐκ ἀποδίδωσιν, ἀλλὰ αὐτὸς ἔτι μᾶλλον "οἰκτίρει καὶ δίδωσιν". καὶ λέγω· τότε ὁ οἰκτιρμὸς φαίνεται καὶ ἡ εὐεργεσία, ἐὰν ὁ λαμβάνων ἀχάριστος ᾖ. "χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίςτους καὶ πονηρούς", δίδωσιν. ἀχαριστοῦσιν οἱ λαμβάνοντες-τῷ γὰρ μὴ ἀποδιδόναι ἃ δεῖ ἀποδιδόναι, ἀχάριστοι εὑρίσκονται καὶ πονηροί-, ἀλλ' ὁ θεὸς ἔτι χρηστός ἐστιν καὶ ἐπὶ τούτους. ὅθεν ὁ δίκαιος ἔτι μᾶλλον ο̣ἰκτίρει καὶ παρέχει. ὁ μιμητὴς τοίνυν τοῦ θεοῦ, "ὁ ἐλεῶν πτωχὸν καὶ τῷ θεῷ δανείζων", κἂν ὁ δανειζόμενος μὴ παρέχῃ ἃ ὀφείλει παρέχειν, ἔτι οἰκτίρμων ἐστίν, ἔτι παρέχει. καὶ λάβε μοι τὴν παραβολὴν τοῦ εὐαγγελίου τὴν περὶ τῶν ταλάντων· "ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν" δέδωκεν τὰ λογικὰ αὐτοῦ ὑπάρχοντα, οὐχ ἑκάστῳ κατὰ τὴν φύσιν, ἀλλὰ κατὰ τὴν δύναμιν, ἣν ἐκ προαιρέσεως ἑαυτῷ κατεσκεύασεν. "καὶ τῷ μὲν δέδωκεν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν". "ὁ τὰ πέντε