1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

164

λαβὼν τάλαντα εἰργάσατο ἐν αὐτοῖς" καὶ ἐδιπλασίασεν αὐτά. δανεισάμενος ἀποδέδωκεν. ὁ τὰ δύο ὡσαύτως. ὁ τὸ ἓν λαβὼν καὶ εἰς τὴν γῆν αὐτὸ κατακρύψας οὐδὲ εἰργάσατο ἐν αὐτῷ οὐδὲ ἀπέδωκεν τόκους, αὐτὸ εἰς τὴν γῆν κατέκρυψεν. ὅταν ἴδῃς ἄνθρωπον δύναμιν ἔχοντα τοῦ εὐεργετῆσαι ἢ φιλανθρωπεύσασθαι καὶ μὴ ποιοῦντα, ὃ ἔλαβεν εἰς τὴν γῆν κατέκρυψεν, εἰς τὴν ὑλικὴν αὐτοῦ προαίρεσιν αὐτὸ κατέκρυψεν. καὶ ἀπαιτηθεὶς αὐτό, ὅτε λοιπὸν καιρὸς τοῦ "σύναγε" πρὸς τοὺς εἰληφότας τὰ λογικὰ ἀργύρια, λέγει ὅτι· "ἴδε ἔχεις τὸ σόν". καὶ ᾐτιάσατό γε τὸν θεόν, τὴν ἑαυτοῦ βραδύτητα ἄλλῳ θέλων ἐπιγράψαι· "ᾔδειν σε", λέγει, "ᾐ´̣δ̣ειν̣, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρων ὃ οὐκ ἔθηκας, θερίζων ὃ οὐκ ἔσπειρας· καὶ φοβηθεὶς ἔκρυψά σου τὸ ἀργύριον εἰς τὴν γῆν" καὶ οὐδενὶ αὐτ̣ὸ ἔδωκα. ἐξ ὧν εἴρηκεν, τὸν ἔλεγχον καὶ τὴν κατάκρισιν ἔσχεν· "ἄνθρωπε δοῦλε πονηρέ, ἦ ᾔδεις ὅτι αἴρω ὃ οὐκ ἔθηκα", εἰ τὰ μὴ ἐμαυτοῦ καλα`̣ αἴρω, τὸ ἐμὸν ὑπερέπραξα οὐ τοὺς εἰληφότας, εἰ "θερίζω ὅπου οὐκ ἔσπειρα"; πάντως ἐλάμβανον τὸ ἐμόν, εἰ ἦς αὐτὸ δεδωκὼς ἐπὶ τραπέζης, ἵνα πολυπλασιασθῇ. ἐστερήθη γοῦν καὶ τούτου. καὶ ὁ ἁμαρτωλὸς οὖν πολλάκις δανειζόμενος ἐὰν μὴ ἀποδιδῷ ὃ ὀφείλει ἀποδίδειν, ἀφαιρεθήσεταί ποτε ἐκείνων τῶν εὐεργ̣εσιῶν. οὐκέτι αὐτὸς λήμψεται τοῦ δικαίου ἔτι μᾶλλον οἰκτίρο̣ντος καὶ παρέχοντος. 22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσιν γῆν. οἱ εὐλογοῦντες τὸν δίκαιον. κατὰ ἀμφοτέρας τὰς ἀποδόσεις λημπ̣τ̣έον̣· ἤτοι τὸν δίκαιον ἄνθρωπον ἢ τὸν θεόν. εὐλογεῖ τὸν θεὸν ὁ ἐκεῖνα ποιῶν ἃ ἀπαιτεῖ αὐτόν, ὥστ' εἰπεῖν· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ". καὶ ὁ δίκαιος δὲ ἄνθρωπος εὐλογεῖται· "εὐλογία" γὰρ "κυρίου ἐπὶ κεφαλὴν δικαίου". καί· "οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου". "γῆν" ἐκείνην, περὶ ἧς εἴρηται· "καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν". 22 οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται. καταρᾶται οὖν τὸν δίκαιον ὁ ἀσεβῆ περὶ αὐτοῦ λέγων, περὶ ὧν ἢ πρὸς οὓς λέγει· "οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ κακά· ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλουν κατ' ἐμοῦ ψεύδη". "ἐγώ", φησίν, "ἐλυτρωσάμην αὐτούς", ἤγαγον αὐτοὺς εἰς τὸ τῆς παλινγενεσίας λουτρὸν ἄφεσιν ἁμαρτιῶν παντελῆ δωρησάμενος, ἀπαλείψας αὐτῶν τὰς ἀνομίας. αὐτοὶ δὲ καταλαλοῦσιν κατ' ἐμοῦ ψεύδη μὴ πράττοντες ἐκεῖνα τὰ ἐφ' οἷς ἐκλήθησαν. καὶ ἄφεσιν ἁμαρτιῶν ἔσχον· οὐ γὰρ διὰ τοῦτο ἐλυτρωσάμην αὐτούς, ἵνα ἁμαρτάνωσιν, ἀλλ' ἵν' ἔξω ἁμαρτίας γένωνται. ἐὰν οὖν μετὰ τὰ λύτρα καὶ σῶστρα ἄτοπ̣α ποιῇ τις, καταλαλεῖ τοῦ λαλῆσαι τρόπον τινὰ λέγει· "οὐδέν με ὠφέλησεν", ψεύδη κατ' αὐτοῦ λέγει. 23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. ὁ ἄνθρωπος προαιρετικῶς διαβαίνει ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια. καὶ αὐτοῦ 252 ἐστιν τὸ θελῆσαι τὸ καλόν, ἐπεὶ "οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ" ἐστιν τὸ ἀνύσαι ἀμέμπτως τὴν ὁδόν. "παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται". οὐ δίδοται τὰ διαβήματα̣· ἡμῶν γάρ ἐστιν θελῆσαι διαβῆναι ἀπὸ τῶν φαύλων ἐπὶ τὰ καλά. αὐτίκα γοῦν ἐν τῇ κατ' αὐτὸν καθόλου ἐπιστολῇ ὁ Ἰωάννης γράφει· "ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν". "διαβεβήκαμεν", οὐκ "ἤχθημεν". οὐ βία ἡμᾶς εἰς τοῦτο τι´̣θησιν̣ θεοῦ κατευθύναντος τὰ διαβήματα, τέλος ἐπιτιθέντος τοῖς οὕτω γινομένοις ὀρθοῖς δ̣ι̣αβήμασιν. ἔχεις δὲ π̣ολλὰ ἐν τῇ γραφῇ τοιαῦτα· "ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου". θεοῦ πλατύνοντος τὴν καρδίαν, εὖρος τῇ νοήσει δεδωκότος, ἀνύει τις τὴν τῶν ἐντολῶν ὁδόν. οὐχ ὅτι ἔδραμεν, ἐπλατύνθη αὐτοῦ ἡ καρ̣δία, ἀλλ' ὅτι ἐπλάτυνεν αὐτὴν ὁ θεὸς πᾶσαν στενοχωρίαν τὴν ἐκ φαύλων λογισμῶν καὶ θλίψεων ἐκβάλλων, διὰ τοῦτο ἔδ̣ραμεν τὴν ὁδὸν τοῦ θεοῦ. πάλιν δὲ ἐὰν λέγηται ἐν τῷ Ἰηρεμίᾳ, μὴ ὡς ἐναντίωμα