1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

165

νομίσῃς· "οἶδα ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ οὐδὲ ἀνὴρ πορεύσεται κατευ····· ··ιαν αὐτοῦ". σὺ εἶ ὁ . διττῶς δὲ δύναται διάνοιαν ἔχειν τὸ τοῦ προφήτου ῥητόν· ἀπειλεῖ ὁ Ναβουχοδονοσσὸρ καθαίρεσιν τῆς̣ Ἰερουσαλὴμ καὶ μετοικισμὸν ὅλου τοῦ Ἑβραικοῦ γένους. ἔλεγεν ὁ προφήτης ὅτι· εἰ καὶ ἠπείλει καὶ τὰ αἴτια τοῦ τοῦτο παθ̣ε̣ι῀̣ν̣ ἡμεῖς παρέσχομεν, "οἶδα ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ". δύνῃ κωλῦσαι αὐτοῦ τὴν ἐφ' ἡμᾶς ὁδόν· κἂν γὰρ ἀνὴρ νομίζῃ εἶναι καὶ μέγας, ἀλλ' οὐ κατορθοῦται ἡ πορεία αὐτοῦ σοῦ κωλύοντος. δυνατὸν καὶ οὕτω λαβεῖν κατὰ τὴν ἀποδοθεῖσαν ἤδη διάνοιαν εἰς τό· "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". προτίθεσθε δραμεῖν τὴν σωτηριώδη ὁδόν. οὐκ ἔστιν ἡμῶν ἀνύσαι τὴν ὁδόν, ἀλλὰ θελῆσαι εἰς τὸ τέλος τῆς ὁδοῦ ἐλθεῖν, ὥστ' ἀνειπεῖν· "τὸν δρόμον τετέλεκα". ἐξ αὐτοῦ δὲ τὸ κατευθῦναι, ἐξ αὐτοῦ τὸ ξεναγῆσαι. "ὁδήγησόν με ἐπὶ τη`̣ν ἀλήθειάν σου". ὁ ὁδηγούμενος ὑπὸ θεοῦ οὐχ ἑαυτῷ κατορθοῖ. ποθεῖ δὲ κατορθῶσαι καὶ δέδωκεν ἑαυτὸν τῷ δυναμένῳ αὐτὸν εἰς τελειότητα ἀγαγεῖν. τὰ τοιαῦτα τὰ κατὰ θεόν, λέγω, καὶ πρὸς αὐτὸν ὁρῶντα πλουσίως ἐπιτελεῖται καὶ οὐκ ἔστιν μερίσαι ἕκαστον ἀφ' ἑκάστου. ἐπόθησέν τις τὸ καλόν, μιμητὴς εἶναι θεοῦ σπουδάζει, προθέσθαι ἀναλαβεῖν τὴν ἀρετήν· προθέμενος οὐχ ἵσταται μέχρι τῆς προθέσεως, ἀλλ' ἐνεργεῖ, μελετᾷ, σπουδάζει, ἐθίζει ἑαυτὸν πράττειν τὰ καλά. "εἰ ἀνηγγέλη σοι, ὦ ἄνθρωπε, τί κύριος αἰτεῖ παρὰ σοῦ ἢ τοῦ ἀγαπᾶν ἔλεον καὶ ποιεῖν κρίμα καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου τοῦ θεοῦ"; ὁ ἑτοιμάζων ἑαυτὸν εἰς τὸ ἀεὶ μετὰ τοῦ κυρίου τοῦ θεοῦ πορεύεσθαι πάντῃ ἀνεμπόδιστός ἐστιν. μόνον ἑτοιμαζέτω ἑαυτὸν εἰς τοῦτο λέγων· "ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου". οὐδεὶς δὲ τῶν ἐνποδιζομένων ὑπὸ λογισμῶν αἰσχρῶν ἢ ἐν̣θυμήσεώς τινος εἰπεῖν δύναται· "ἑτοίμη ἡ καρδία μου, ὁ θ̣ε̣ο´̣ς̣, ἑτοίμη ἡ καρδία μου"· ἔχει γὰρ δεσμά, "σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφίνγεται". τὴν ὁδὸν τοῦ κατευθυνομένου ἐν τοῖς δ̣ιαβήμασιν ὁ θεὸς θέλει. θελητῶς δὲ βαδίζει, τὴν ὁδὸν τῆς ζωῆς τρέχει αὐτὸν τὸν εἰρηκότα· "ἐγώ εἰμι ἡ ὁδός". πατεῖ καὶ τρέχει ἐπ' αὐτοῦ. "καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει". δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν ὅτι· οὗ τὰ διαβήματα κατευθύνεται ὑπὸ τοῦ θεοῦ, τὴν τοῦ θεοῦ ὁδὸν θέλει, εἰς ἣν ἄγει αὐτόν, ἐφ' ἣν ὁδηγεῖ καὶ ξεναγεῖ αὐτόν. κἄν ποτε οὖν συμβῇ πεσεῖν, οὐ καταρήγνυται. 24 ὅταν πέσῃ, οὐ καταραχθήσεται. λάβε μοι παράδειγμα τοιοῦτο· δρομεύς τις ἔστω ἄριστος καὶ ποδῶν ὠκύτητα κατὰ φ̣ύσιν ἔχων καὶ τὴν τέχνην τὴν δρομικὴν ἄκρως παρασκευασθείς. οὗτος ὀξέως περὶ τὸ τρέχειν ἔχων καὶ γεγυμνασ̣μ̣ένους ἔχων τοῦ ἔσω ἀνθρώπου τοὺς πόδας ἄν ποτε προσπταίσῃ ἐν τῷ τρέχειν, τρόπον τινὰ βραχεῖαν αἴσθησιν λαμβάνει τοῦ προσπταίσματος· οὐδὲ γὰρ καταστρέφεται οὐδὲ αὐτὸς ὥσπερ πληγεὶς ὀκλᾷ, παύεται τοῦ δρόμου. κἄν ποτε οὖν συμβῇ γενέσθαι τινὰ ὄλισθον, οὐ καταρήγνυται. ὠλίσθησεν Ἰούδας ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας καὶ κατέπεσεν· εἴρηται γάρ· "πρηνὴς γενάμενος ἐλάκησεν μέσος". πρηνὴς δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ καταραχθεὶς ἦν. εὖ δὲ καὶ τό· "ὅταν πέσῃ, οὐ καταραχθήσεται". κἂν πταῖσμά τι γένηται, οὐ παρέχει "τῷ διαβόλῳ τόπον", ὥστε πάντῃ αυ᾿̣τὸν καταστρέψαι καὶ καταράξαι. εἶδέν τις γυναῖκα πρὸς ἐπιθυμίαν με´̣χρι τῆς̣ προπαθείας· ἔδοξεν πίπτειν, ἀλλ' οὐ κατερράγη· ὅταν γὰρ εἴξῃ ἀκολουθῆσαι τῷ λογισμῷ καὶ νικήσῃ αὐτὸν τοῦ κάλλους ἡ ἐπιθυμία, κατερράγη, κατέπεσεν. οἷοί εἰσιν οἱ πρεσβύτεροι οἱ μανέντες κατὰ Σωσάννης. 24 ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. "χεὶρ" πολλάκις ἡ πρᾶξις λέγεται, ἡ ἐνεργητικὴ δύναμις. ἀντιστηρίζων τὴν ἐνεργητικὴν αὐτοῦ δύναμιν οὐκ ἐᾳ῀̣ αὐτὸν τέλεον καταπεσεῖν. εὑρίσκει ποῦ τὴν χεῖρα ἐρείσῃ. καὶ γίνεται αὐτοῦ ὁ κύριος ἀντιστήριγμα κατὰ τὰ λεχθέντα πρὸ τούτου· "καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου". τὴν ποιητικὴν αὐτοῦ δύναμιν κρατεῖ ὥστ' ἀνειπεῖν· "ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλήσει σου ὡδήγησάς