167
ὑπὸ τῶν ἐπιβουλευσάντων, οὐκ ἐνκατελείφθη εἰς τὰς χεῖρας αὐτῶν· τότε γὰρ ἐνκατελείπετο, εἰ ὅπερ ἠβούλοντο πεποιήκει. οἱ μάρτυρες ἀνῃρέθησαν ὑπό τινων, ἀλλ' οὐκ ἐνκατελείφθησαν εἰς τὰς χεῖρας αὐτῶν. τότε δὲ ἐνκατελείποντο, εἰ ἦσαν θύσαντες. ὅταν κρίνεται ὁ ἁμαρτωλὸς δικαίῳ, οὐ καταδικάζεται ὁ δίκαιος. ἐκρίνοντο οἱ πρε̣σβύτεροι μετὰ Σωσάννης, καὶ οὐ κατεδικάσθη ἐκείνη ἐν τῷ κρίνεσθαι ἐκείνους· ἐκεῖνοι γὰρ συκοφάνται ἀπεδείχθησαν ψευδεῖς. 256 34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. λοιπὸν προτρέπει· εἰ καὶ πολλά ἐστιν τὰ ἐνοχλοῦντα, εἰ καὶ πολλοὶ οἱ πολέμιοί εἰσιν καὶ βλάψαι καὶ ἀναιρῆσαι θέλοντες, ἀλλὰ "ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ", ὥστ' ἀνειπεῖν· "τὸν δρόμον τετέλεκα"· τότε γὰρ ὑψώσει σε κα̣ι`̣ κατακληρονομήσεις τὴν γῆν. τὸ ἆθλον τῆς ὑπομονῆς ἐδήλωσεν ὅτι· ὑψηλόν σε ποιήσει, μετάρσιόν σε λήμψεται, εἰς αὐτὸν τ̣ὸν οὐρανὸν ξεναγήσει σε. 34 ἐν τῷ ἐξολεθρεύεσθαι τοὺς ἁμαρτωλοὺς ὄψῃ. τοῦτο λέγει ὅτι· ὀλεθρε̣υ̣ομένους τοὺς ἁμαρτωλοὺς ὄψῃ καὶ σεαυτὸν γνώσει ὅτι ἐκληρονόμησας τὴν γῆν. ὅτι ὑπέμεινας τὸν κύριον καὶ τὴν ὁδὸν αὐτοῦ ἐφύλαξας, οὐχ ὑπέπεσας α̣ὐτοῖς. 35-36 εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. πολλάκις ἑαυτοὺς οἱ ἀσεβεῖς μεγάλους νομίζουσιν καὶ μετεωρίζουσιν ἑαυτοὺς κατὰ τὴν̣ κέδρον τὴν ἐν τῷ Λιβάνῳ. δυνατὸν δὲ καί, ἐπειδὴ μετὰ ἄρθρου λέγεται, καὶ αὐτὸν τὸν διάβολον λαβεῖν ὅτι· εἶδον αὐτὸν κατὰ πάντων ἐπαιρόμενον τῶν ἄλλων λέγοντα· "τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου, ὡς ᾠὰ καταλελειμμένα ἀρῶ", ὡς νοσσιὰν λήμψομαι, οἶδας, ὅτι εὐκ̣όλως ὁ περιτυγχάνων καλιᾷ τὰ ᾠὰ λαμβάνει. κἂν ἄρτι οὖν νεοττοὶ γενάμενοι ἦσαν, πάλιν αὐτῶν περιγέγονεν μὴ δυναμένων πτῆσιν ἔχειν ἰσχυρὰν καὶ μετεωρίζουσαν. ἀπὸ ἀλαζονείας πολλῆς θρασύτητος οὕτως ἐνόμιζεν ἔχειν τη`̣ν οἰκουμένην, τουτέστιν πάντας τοὺς ἀνθρώπους, πρὸς αὐτὸν κατὰ τὰ ᾠὰ τὰ ἄψυχα, κατὰ τὰ νοσσία ποιηθέντα ἐπαρθῆν̣αι μὴ δυν̣άμενα, ἀλλ' ἔτι ἐν τῇ καλιᾷ μένοντα. "εἶδον" οὖν "τὸν ἀσεβῆ" τοῦτον τὸν λέγοντα· "τῇ ἰσχύι ποιήσω καὶ τῇ συνέσει τῆς σοφίας, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω", εἶδον αὐτὸν ὑπερυψούμενον. διέβην τῷ λογι̣σμῷ εἰς τὸν̣ μετὰ ταῦτα βίον, εἰς τὸν τῆς προνοίας λόγον, καὶ οὐκέτι αὐτὸν εἶδον, οὐδὲ ὁ τόπος αὐτοῦ ἔτι ζητηθεὶς ηὑρέθη. πεπαύσε̣ται ἡ ἀσέβεια, οὐκ ἔνι ἔτι ἀσέβεια. οὔκ ἐστιν τῶν ἀθανάτων, ὥσπερ περὶ τῆς δικαιοσύνης λέγει· "δικαιοσύνη ἀθάνατός ἐστιν". ἐπερ · "ὡς τὰς κέδρους τοῦ Λιβάνου"; -πολλάκις τοὺς ὑπερηφάνους τῷ ξύλῳ τούτῳ σημαίνει· "καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου". εἰσὶν καὶ ἐπαινεταὶ κέδροι. τοὺς μεγάλους δὲ ἐν τῷ βίῳ τούτῳ τῷ ὀνόματι τούτῳ σημαίνει· "διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καταφάγεται πῦρ τὰς κέδρους σου". εἶτα ἑρμηνεύει· "διότι με γιστᾶνες μεγάλως ἐταλαιπώρησαν". τοὺς μεγιστᾶνας κέδρους εἶπεν. εἰσὶν οὖν καὶ ἐπαινεταὶ κέδρ̣ο̣ι̣, ἀλλ' οὐ περὶ τούτων νῦν ὁ λόγος. "καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν". παρῆλθον τῇ διανοίᾳ καὶ εἶδον αὐτὸν οὐκ ὄντα. εἶδον αὐτὸν θρασυνόμενον διὰ πλοῦτον, διὰ ἀρχὴν ἀνθρώπινον. παρῆλθον τῷ λογισμῷ καὶ εἶδον ὅτι οὐ τῶν μενόντων ἐστὶν ο῾̣ ἀσεβής. ἔτι ὑπερυψοῦται κατὰ τὸν Λίβανον καὶ τὰς κέδρους αὐτοῦ· ἐζήτησα γα`̣ρ ἐν τοῖς οὖσιν τὸν τόπον αὐτοῦ καὶ οὐχ εὗρον. πάντα "καλὰ λίαν" ὁ θεὸς πεποίηκεν. "ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὸ ἀγαθὸν καὶ τὰ κακά". οὐ τοῦτο λέγει ὅτι οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κ̣ακόν, ἀλλὰ τὸ ἀγαθὸν μὲν ἐκ στόματος κυρίου ἐξελεύσεται, τὰ κακὰ δὲ οὔ. πληθυντικῶς οὖν τὰ ἀγαθά. διὰ τοῦτο τοῖς κακοῖς οὔκ ἐστιν ἐν τοῖς οὖσιν τόπος· πάντα γὰρ "καλὰ λίαν" ὁ θεὸς πεποίηκεν. καὶ "οὐ τέρπεται ἐπὶ ἀπωλείᾳ ζώντων. σωτήριοί εἰσιν αἱ γενέσεις τοῦ κόσμου· οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον