168
ὀλέθρου οὐδὲ ᾅδου βασίλειον ἐπὶ γῆς". 37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα, ὅτι ἔστιν ἐνκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. λοιπὸν τ̣αῦτα λέγει· "ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος". λέγει· "φύλασσε ἀκακίαν, ἰδὲ εὐθύτητα" ἔξ̣ω̣ πάσης κακίας γενόμενος. ἐκεῖνος δὲ ἄκακο´̣ς̣ ἐστι̣ν̣ κατὰ τὸ νῦν σημαινόμενον. ὁ ἀρετὴν ἔχων ὁρᾷ καὶ τὴν εὐθύτητα. "ὅτι ἔστιν ἐνκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ". τοῦτο λέγει ὅτι· ἀδύνατόν ἐστιν τὸν εἰρηνικὸν ἄνθρωπον ἐξ ὅλων ἀφανισθῆναι. κἂν ἐνκαταλειφθῇ, ἀλλ' ἐνκατάλειμμα ἔχει. 38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό. ἅμα οἱ παράνομοι ἐξολεθρεύονται· τοῦτο γάρ ἐστιν̣ τὸ "ἐπὶ τὸ αὐτὸ" ὀλέθρῳ περιπεσεῖν αὐτούς. 38 τὰ ἐνκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται. ἔστιν δὲ ἐνκατάλειμμα τῷ εἰρηνικῷ. τῶν ἀσεβῶν τὰ ἐνκαταλείμματα ὀλέθρῳ υ῾̣π̣ο̣πεσ̣εῖται. 39 σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου. τοῦτο λέγει· κἂν δόξωσίν ποτε οἱ δίκαιοι ἐπιβουλευόμενοι μὴ τετυχηκέναι τῆς̣ πα̣ρ̣ὰ ἀνθρώπων̣ σω̣τηρίας, οἷον ὁ Ἅβελ καὶ ὅσοι ἄλλοι ἐπεβουλεύθησαν δίκαιοι, ἀλλ' ἡ σωτηρία αὐτῶν παρὰ κυρίου ἐστίν, ἡ αἰώνιος σωτηρία, οὐχ ἡ π̣ρ̣όσκαιρος. 39 καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. κἂν θλίψεως καιρὸς καταλάβῃ, ὑπερασπιστὴς αὐτῶν ἐσ τιν. τη`̣ν ἀσπίδα τὴν ἑαυτοῦ ὑπὲρ αὐτῶν προβάλλεται, ὁ´̣π̣ως ἄτρωτοι οὐ πάντως τῷ σώματι διαμείνωσιν, ἀλλὰ τῇ ψυχῇ. 40 καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτούς. 257 βοηθῶν αὐτο̣̣ι῀̣ς ῥύεται αὐτούς. κἂν μὴ ὧδε, ἀλλὰ ῥυ̣σθήσονταί ποτε· ἐὰν γὰρ ἐπιβουλευθῶσιν δι' εὐσεβείας καὶ δόξωσιν ἀποθνῄσκειν, ἀλλ' οὐ ······ ····· ····· ····· ··· ··νι κολάσει. τοῦτο δέ ἐστιν ἀληθῶς τὸ βοηθηθῆναι ὑπὸ θεοῦ, τὸ ῥυσθῆναι ὑπὸ θεοῦ. καὶ ······ ····· ····· ····· ··· ἀμφότερα ἔχει, βοηθῶν ῥύεται. ῥύεται αὐτοὺς ἀπὸ τῶν περιεστηκότων ἀνιαρῶν ······ ····· ····· ····· ··· 40 καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ' αὐτόν. ἐπεὶ ἤλπισαν ····· ····· ····· ··· σωτηρίας ἢ αὐτόν, ἐξελεῖται αὐτοὺς ἐκ τῶν ἁμαρτωλῶν καὶ ἔξω ποιήσει αὐτοὺς πάσης ····· ····· ····· ····· ·····υσιν. καὶ ἐνταῦθα ὁ βλάπτων τοὺς δικαίους, ὡς οἴετα̣ι, ἑαυτὸν βλάπτει. τοῦτο γοῦν ὁ θεὸς ······ ····· ····· ····· ··· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ"· μὴ γὰρ ὁ ἐπιβου····· ····· ····· ····· ··· ἑαυτοῦ βλάπτει. ἔλαβεν δὲ τὸ παράδειγμα πρὸς τὸ δεῖξαι, ὅτι ἑαυτοῦ βλαπτικός ἐστιν ὁ ····· ····· ····· ····· ··· οὐκ ἐκεῖνον διατίθησιν, ἀλλ' ἑαυτόν. ἐπερ · τὸ "τόξον" πῶς λαμβάνομεν; -τὸ τεταμένον ἡγεμονικὸν ····· ····· ····· ··
1-2 Ψαλμὸς τοῦ ∆αυίδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. κύριε, μὴ τῷ θυμῷ σου
ἐλέγξῃς με. ····· ····· ····· διαφέρει ἀνάμνησις ὑπομνήσεως· τότε γάρ τις ὑπομιμνήσκεται, ὅταν ἄλλος ἄλλῳ ····· ····· ····· ····· ····αυτοῦ ἀναπολῇ τὰ πρῶτα, ἀναμιμνήσκεται. οὕτω γοῦν τινες εἴρηκαν τὰς μαθ····· ····· ····· ····· ···· οἱ σωθῆναι βουλόμενοι ἔρχονται "εἰς ἐπίγνωσιν ἀληθείας". ταὐτόν ἐστιν τὸ εἰς ἐπίγνωσιν τῷ εἰς ἀνάμνησιν. ἀναμιμνήσκεται γάρ τις οὗ οἶδεν. οὐδεὶς λέγεται ἀναμιμνήσκεσθαι οὗ λέγεται· πρότερον γ····· ····· ····· ····· ···· τοῦ Ἰωσὴφ ἀνεγνώρισαν αὐτόν, καὶ αὐτὸς αὐτοὺς ἀνεπόλησεν· ᾔδεσαν γὰρ αὐτὸν ····· ····· ····· ··· ἀνάμνησιν περὶ σαββάτου λάβῃ, ἀρχὴν ἀγαθοῦ ἔχει τινός. τὸ σάββατον κατάπαυσιν σημαίνει ····· ····· ····· ···ζεσθαι σαββατίζει. οὐκ ἐν ταῖς ἓξ ἡμέραις σαββατίζει, ἀλλ' ὅταν ὑπερβῇ ταύτας καὶ λ····· ····· ····· ····· ··· οὗτος, ἐν ᾧ διατρίβομεν, τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἐν ἑξάδι ἡμερῶν γεγένηται ····· ····· ····· ····· · ὅταν δὲ ὑπερβῇ ταῦτα καὶ λοιπὸν ὑπερκοσμίως καὶ ὑπερουρανίως διάγῃ α····· ····· ····· ····· ··· τῷ οὐρανῷ, τὸ τηνικάδε σαββατίζει. ὁ κυ ρίως σαββατισμὸς οὗτός ἐστιν. καὶ γη̣····· ····· ····· ····· ····· ·ζειν· ὁ γὰρ ἐπὶ γῆς περιπατῶν καὶ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, οὗτ̣ος ····· ····· ····· ····· ··· κόσμῳ ἔχει ἐν οὐρανῷ τὴν