170
····· ····· ····· ····· ····· ····· ··λην ἱερουργίαν ποιοῦντες δοκοῦσιν βεβηλοῦν τὸ σάββατον ····· ····· ····· ····· ····· · βεβηλοῦσιν. ἢ τάχα κατὰ τὴν ὑπόλημψιν τῶν ····· ····· ····· ····· ····· ····· ····· ····· ····· · λέγοντες ὅτι· ἐν τῷ σαββάτῳ τίλλοντες στάχυας "οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τῷ σαββάτῳ", εἶ πεν τὴν λέξιν ταύτην δεικνὺς ὅτι ····· ····· ····· ····· ····· ····· ····· ····· ····· · τὰ ἱερατικά, καὶ οὔκ εἰσιν ὑπεύθυνοι παραβάσει ····· ····· ····· ····· ····· ····· ····· ····· ····· ·το νομίζοντας, ἀναίτιοι δέ εἰσιν· οὐ γὰρ κατὰ ····· ····· ····· ····· ····· ····· ····· ····· ····· · ὥστε ὁ ποιῶν αὐτὰ οὐ παραβαίνει τὸ σάββατον. ····· ····· ····· ····· ····· ····· ····· ····· ····· ··ενος τῷ κόσμῳ καὶ τῇ ἐνεργείᾳ καὶ ἐπιθυμίᾳ ····· ····· ····· ····· ····· ····· ····· ····· ····· άπαυσιν εὕρῃ· "δεῦτε" γὰρ "πρὸς ἐμὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς". ····· ···ν ὑψηλοτέραν ἀναγωγήν, ἣν καλοῦσιν οἱ θεῖοι ····· ····· ····· ····· ····· ····· ····· ····· ·· κ̣αὶ ὁ σαββατισμὸς ὁ ῥηθησόμενος. 259 ὥσπερ ἐπὶ γῆς τις περιπατῶν ἐν οὐρανῷ ἔχει τὸ πολίτευμα, οὕτως τις ἐν τῷ κόσμῳ ἔτι ὢν ἄνω τω῀̣ν̣ ἔρ̣γ̣ω̣ν αὐτοῦ γίνεται καὶ σαββατίζει. τὸ σάββατον οὐχ ἁπλῶς ἔργον παραιτήσατο, ἀλλὰ λατρευτόν. ἡ δὲ ἔπαρσις ἡ ἱερατικὴ οὖσα ὑπερκόσμιος ἐλευθέρους ποιεῖ. οὐχ ὡς ἔργα λατρευτὰ θεοῦ ἔργα εἰσίν, οὐχ ἃ ἐργάζεται ὁ θεός, ἀλλ' ἃ προστάττει ἐργάζεσθαι τοῖς πειθομένοις αὐτῷ. λήμψεται δὲ οὐκ ἄλλο ἀντὶ τοῦ φθαρτοῦ, ἀλλ' αὐτὸ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλλὸν κα̣̣ι`̣ αυ᾿̣τ̣ὸ τὸ ψυχικὸν γενόμενον πνευματικόν. ὅρα γοῦν τί λέγει· τὸ ἕτερον τοῦ σώματος ἀσώματόν ἐστιν. εἴ τις οὖν λέγοι, ὅτ̣ι ἕτερον σώμα τός ἐστιν ὃ ἀπ̣ολημψόμεθα, οὐκ οἶδεν τί λέγει· ἐπ' ἀμφοτέρων γὰρ ἔταξεν τὸ "σῶμα"· "σπείρεται σῶμα φθαρτόν, ἐγείρεται σῶμα ἄφθαρτον, σπείρεται σῶμα ἀσθενὲς καὶ ἄτιμον, ἐγείρεται σῶμα ἰσχυρὸν καὶ ἔνδοξον, σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν". τρόπον τινὰ οὖν καὶ ἕτερόν ἐστιν καὶ αὐτὸ τὸ ἐγειρόμενον τῷ πεπτωκότι̣. ἐὰν λέγῃ δὲ ὅτι, εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ σῶμα πνευματικόν, τῇ ἐπινοίᾳ λέγει τὴν διαφορὰν καὶ λέγει· "οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν". τὸ πρῶτον καὶ τὸ ἔπειτα δοκεῖ δύο εἶναι, ἀλλ' οὕτω λέγω δύο ὡς ἐὰν λέγω τὸν ἄνθρωπον πρῶτον βρέφος, εἶτα παῖδα, καὶ οὐ πρῶτον τὸ παῖς ἀλλὰ τὸ βρέφος, καὶ οὐ δήπου δύο ὑποστάσεις λέγω, οὐ δύο ἀνθρώπους λέγω ἀλλὰ ἕνα· ἡλικίας δὲ δύο. ὅνπερ οὖν τρόπον αἱ ἡλικίαι οὐχ ἑτεροούσιον τὸ ἀφη̣λικιούμ̣ενον ποιοῦσιν, ἀλλὰ τρόπῳ καὶ γνώμῃ καὶ μεταβολὴ γίνεται ἢ ἐξ̣αλλαγή, οὕτω καὶ ἐκ τοῦ παιδὸς ἀνὴρ γίνεται καὶ οὐχ ἕτερος ἄνθρωπός ἐστιν ὁ ἀνὴρ παρὰ τὸν παῖδα, ἀλλ' ὁ αὐτὸς ἄνθρωπος. γίνεταί τις οὖν τότε ἀληθῶς καὶ σωματικῶς ἐν τ̣ῷ οὐρανῷ καὶ σαββατίζει, οὐκέτι ἐπὶ γῆς περιπατῶν καὶ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, ἀλλ' ἤδη ἐν τοι῀̣ς̣ ἐπ̣ο̣υρανίοις καθεσθείς, ἤδη ἐκεῖ διατρίβων ὑπὸ τὸν "μέγαν ἀρχιερέα τὸν τοὺς οὐρανοὺς διεληλυθότα". καὶ ὅτι οὐκ ἀπὸ κακίας ἤρξατο τὰ κατὰ τοὺς ἀνθρώπους, ἀλλὰ ἀπὸ ἀρετῆς, "εἰς ἀνάμνησιν" λέγει "περὶ σαββάτου". ὅτε τις γίνεται ἐν τῇ ἀρετῇ, ἀναμιμνήσκεται ὅτι ἦν ποτε ἐν αὐτῇ. λοιπὸν αἰνίξασθαι βαθὺν λόγον βούλομαι. ἐὰν ἡ ἀρχὴ τῶν ἀνθρώπων καὶ τῆς ψυχῆς ἀπὸ τοῦδε τοῦ ζῆν ᾖν, ἡ κακία πρὸ ἀρετῆς ἐστιν, ἀναλημπτὴ δὲ ἡ ἀρετή. ἔχομεν ζωὴν τὴν μετὰ σώματος, ἔχομεν ζωὴν καὶ τὴν ἄνευ τούτου. καὶ ὅτι ἀποβαλόντες τὸ σῶμα γινόμεθα ἐν ἀσωμάτῳ ζωῇ, παντί που δῆλον. ζητείσθω δέ, εἰ καὶ πρὸ σώματος αὕτη ἦν. οὔκ ἐστιν δὲ φανερόν, ἀλλὰ ζητείσθω καὶ ἐξεταζέσθω. ἐὰν οὖν ἡ ζωὴ τοῦ λογικοῦ ἀπὸ τῆς ἐνύλου ζωῆς ᾖν, ἡ κακία πρὸ ἀρετῆς ἐστιν· ὁρῶμεν γὰρ ὅτι ἐκ κακίας συνπληρωθεὶς ὁ λόγος ἄρχεται. ἐὰν δέ, ὡς ἔχει ἀληθείας, πρὸ κακίας ᾖν ἡ ἀρετή-"πεποίηκεν" γὰρ "ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐξεζήτησαν διαλογισμοὺς πονηρούς". καὶ ὅρα ὅτι ἡ ζήτησις τῶν διαλογισμῶν τῶν πονηρῶν μετὰ τὴν εὐθύτητά ἐστιν. εὐθύτητα δὲ παρασκευάζει ἡ ἀρετή. "ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις". οὐκ ἀπὸ κτηνώδους τρόπου