1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

171

εἰς τὸν ἄνθρωπον ἐλήλυθεν, ἀλλὰ ἀπὸ τοῦ ἀνθρωπίνου εἰς τὸν κτηνώδην ἐλήλυθεν. καὶ ὅλως γε ἀεὶ τὰ καλὰ π̣ρὸ τῶν ψεγομένων ἐστίν. δεῖ τέχνην πρὸ κακοτεχνίας εἶναι, τὸ ἐσφαλμένως εἰδέναι τι μετὰ τὸ ὀρθῶς εἰδέν̣αι ἐστίν· πῶς γὰρ δυνάμεθα ὅλως εἰπεῖν ὅτι ἐσφαλ̣μένος οὗτός ἐστιν, εἰ μὴ τὸ εὐθὲς εἰδυείημεν; διὰ τοῦτο οὖν̣ "εἰς ἀνάμνησιν περὶ σαββάτου". καὶ ἐπειδὴ τὸ σαββατίζειν̣ ἐστὶν̣ τὸ ἐν ἀρετῇ διάγειν καὶ τὸ εὐαρέστως τῷ θεῷ ζῆν καὶ λειτουργεῖν ποιοῦντα ἃ βούλεται θεός, ἀπὸ ἀρετῆς ἠ´̣ρξατο̣ ἡ τῶν ἀνθρώπων ζωή· ἀλλ' οὐ φαίνεται ἐν τῇ σωματικωτέρᾳ ζωῇ τοῦτο· ἀναλημπτὴ γὰρ ἡ ἀρετή ἐστιν τῶν μετὰ σώματος, διδακτή ἐστιν. ὅθεν ἀναμιμνήσκεται ὁ γινόμενος ἐν τῷ καλῷ. ἐπερ · ὁ τριάκοντα ἑπτὰ τί ἐστιν; -οὐ παντὶ ἐπιβάλλειν δύνῃ. νῦν ἄρα τις τοῦτο εἴποι, ὅτι σύνκειται ὁ τριάκοντα ἑπτὰ ἐκ δύο ἁγίων ἀριθμῶν· καὶ ὁ τρία γὰρ ἐπαινεῖται ἐν τῇ γραφῇ. ἀμέλει γοῦν δεδεδεκάτας φέρει μόνον ἕνα τῶν καρπῶν τῆς γῆς τῆς ἁγίας φέρων· "ὃ μὲν" γὰρ "ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα". καὶ ἵνα μὴ ἀεὶ τὰ αὐτὰ λέγωμεν, π̣άντα ἐν πᾶσιν ἀρκεστέον εἰπεῖν ὅτι ἅγιός ἐστιν ὁ τρία ἀριθμός, κἂν ἐν μονάσιν, κἂν ἐν δεκάσιν, κἂν ἐν 260 ἑκατοντάσιν λαμβάνεται. ἅγιος δὲ καὶ ὁ ἑπτά· πολλάκις γὰρ καὶ περὶ τούτου ἐλέχθη ὅτι ἀδιάφθορός ἐστιν, παρθένος ἐστίν, ἀπάτωρ, ἀμήτωρ ἐστίν. "κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με". οὐ καθάπαξ ἐλεγχθῆναι ἢ παιδευθῆναι παραιτεῖται, ἀλλ' ἐν θυμῷ καὶ ὀργῇ. ἔστιν δὲ παιδευθῆναί τ̣ινα λογικῶς καὶ ἐπιστημονικῶς, καθ' ὃ σημαινόμενον ὁ ἅγιος εὔχεται λέγων -ἢ ἐπαινεῖ καὶ μακαρίζει-· "μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν". ἔδειξεν ὅτι ἡ παίδευσις αὕτη κατὰ διδασκαλίαν γίνεται. γίνεται δὲ καὶ πολλάκις ἔλεγχος καὶ παίδευσις διὰ θυμοῦ καὶ ὀργῆς, διὰ ἀνιαρῶν, διὰ πικρ̣ῶν. γίνεται δὲ καὶ ἔλεγχος πολλάκις, ὅταν λόγῳ παραδειχθῇ τῷ ὑπευθύνῳ τὸ ἐν ᾧ ἐστιν σφάλματι· τοῦτο γὰρ λέγει· "ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε". ἐλέγχει ὁ σοφὸς τὸν ἐλάττονα σοφὸν καὶ αὐτὸν ὄντα ὡς εἰσαγόμενον. καὶ πα´̣λιν· "τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". καὶ λέγουσιν πολλοὶ περὶ ἐλέγχου τοιαῦτα, ὅτι ἔλεγχός ἐστιν οἷο̣ν συλλογισμὸς ἀντιφάσ̣ε̣ως. φέρε εἰπεῖν, ἐν κακίᾳ τίς ἐστιν. τὸν διαιροῦντα τὴν κακίαν ἀπὸ τῆς ἀρετῆς λόγον συλλ̣ογιστικῶς ἐπιφέρων καὶ γιγνω´̣σκω̣ν τὸ ἀγαθὸν ἐνθύμησιν λαμβάνει τοῦ κακοῦ. καὶ ὁ ἔλεγχος οὗτος οὔκ ἐστιν ἐν θυμῷ γινόμενος, ἀλλ' ἐν παιδεύσει· ἐπεὶ γὰρ τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, ἐὰν γνῶμεν τὸ ἀγαθόν, ἔσχομεν γνῶσιν τοῦ κακοῦ. καὶ ἀπὸ γραφῶν ἔστιν λαβεῖν τὰ παραδείγμ̣ατα· οἱ Νινευῖται γεγόνασιν ἐν πολλῇ κακίᾳ, ὡς "τὴν κραυγὴν τῆς κακίας αὐτῶν ἀναβῆνα̣ι" πρὸς τὸν θεὸν τιμωρίαν καὶ ἀνταπόδοσιν ἐκκαλουμένην. ἀλλ' ὁ θεὸς κήρυγμα ἀπέστειλεν μετανοίας. προσήκαντο τὸ κήρυγμα. ἐπαιδεύθησαν, ἠλέγχθησαν οὐκ ἐν ὀργῇ ἢ θυμῷ. οἷον Σοδομῖται ἠλέγχθησαν καὶ ἐπαιδεύθησαν ἐν θυμῷ καὶ ὀργῇ. οὐ βούλεται οὖν τούτοις ἐλεγχθῆναι οὐκ ἂν παραιτησάμενος ἐπιστημονικῶς ἐλεγχθῆναι. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. διὰ τοῦτο παραιτοῦμαι τὸν ἔλεγχον τὸν ἐν θυμῷ καὶ τὴν ἐν ὀργῇ παίδευσιν, ἐπεὶ "τὰ βέλη σου ἐνεπάγη ἐν ἐμοί". ἔλαβον γνῶσιν τῶν κολάστεων τῶν ἐπιφερομένων κατὰ τῶν ἀπαιδεύτων, κατὰ τῶν ἀνελέγκτων. πολλαχοῦ δὲ τῆς θείας παιδεύσεως τὰ βέλη τὰς κολάσεις σημαίνει· ὡς ἐὰν λέγῃ ὁ Ἰὼβ ἐν ἀνιαροῖς πολλοῖς γενόμενος ὅτι· "βέλη τοῦ κυρίου ἐν τῷ σώματί μού ἐστιν". τὴν ἕλκωσιν ἐκείνην τὴν φοβερὰν "βέλη κυρίου" εἶπεν ἐν τῷ σώματι αὐτοῦ τυγχάνοντα. καὶ τό γε παράδοξον· καὶ πρόνοιαν εἰσηγεῖται διὰ τῆς λέξεως ταύτης. ταῦτα τὰ ἐπίπονα τὰ οἷα βέλη τιτρώσκοντά με οὐκ ἄνευ ψήφου τοῦ θεοῦ ὑπῆρκταί μοι· "βέλη γάρ εἰσιν κυρίου, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσίν με". καὶ ὅρα γε, ὅτι τὸ ἐπίπονον καὶ τὸ ἕλκος ἐκεῖνο τὸ πονηρὸν εἶπεν "βέλη κυρίου". καὶ πάλιν ἐν ᾠδῇ