172
μεγάλῃ τοῦ ∆ευτερονομίου ὁ θεὸς λέγει ὅτι· "μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν". πολλαχοῦ πάλιν ἡ μάχαιρα τὴν κόλασιν σημαίνει· "ἐὰν γάρ", φησίν, "μὴ θελήσητε μηδὲ εἰσακούσητε, μάχαιρα ὑμᾶς κατέδεται". τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον· "ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ", ἀντὶ τοῦ· ἡ κόλασις καὶ οὐρανίων τινῶν ἥψατο. εἰ δὲ "ἀγγέλους τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν" ὁ θεὸς ὑπέβαλεν "δεσμοῖς ἀιδίοις", μεμέθυσται ἡ μάχαιρα τοῦ θεοῦ, τουτέστιν ἡ τιμωρὸς δύναμις, καὶ ἐν τῷ οὐρανῷ. καὶ τὰ αὐτὰ καὶ ὧδε νόει· ἐα´̣ν τις δοκῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ τυγχάνων οὐρανὸς ὥστε "διηγήσασθαι τὴν θεοῦ δόξαν", ὅταν ἐξ ἀπροσδοκήτου ὑποπέσῃ κολάσει, τότε ἐν τῷ οὐρανῷ ἡ μάχαιρα μεμέθυσται, ἐν τοῖς ἐπαγγελλομένοις ἔχειν οὐράνιον πολιτείαν. τοιοῦτόν ἐστιν τό· "οἱ υἱοὶ τῆς βασιλείας, ἐκβληθήσεσθε εἰς τὸ σκότος τὸ ἐξώτερον"· μὴ γὰρ οἱ ὄντες. λαμβάνεται δὲ καὶ ἐπαινετω῀̣ς· "τὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται". οἱ λόγοι σου οἱ τιτρώσκοντες εἰς ἔρωτα καὶ ἀγάπην ἠκονημένοι εἰσίν· δυνατὸς γὰρ εἶ καὶ δυνατῶς πέμπεις σου τοὺς λόγους καὶ τιτρώσκεις εἰς ἀγάπην τοὺς βαλλομένους. αὐτίκα γοῦν ἡ τοῦτο παθοῦσα ψυχὴ ἤτοι ἐκκλησία λέγει· "τετρωμένη ἀγάπης εἰμὶ ἐγώ". εἰσὶν οὖν καὶ ἐπαινετὰ βέλ̣η, εἰσὶν οὖν καὶ ψεκτά. ἐπειδὴ δὲ ταῦτα μετὰ ὀργῆς καὶ θυμοῦ ὠνομάσθησαν, οὔκ εἰσιν εἰς ἔρωτα καὶ ἀγάπην τιτρώσκοντα, ἀλλ' αἴσθησιν ποιοῦντα, οἷ κακῶν τίς ἐστιν. 3 καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου. πολλαχοῦ πάλιν ἡ τιμωρὸς δύναμις τῷ ὀνόματι τῆς 261 χειρὸς τοῦ θεοῦ σημαίνεται· ὡς ἐὰν λέγῃ πρὸς τὸν Φαραώθ· "νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε". καί· "ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις"· οὕτω γὰρ ὀλέθρῳ ὑπεβλήθη ἐκεῖνα τὰ κτήνη. καὶ πάλιν λέγεται· "ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν". ὅτε ἡ δραστήριος καὶ ποιητικὴ καὶ σκεπαστικὴ χεὶρ τοῦ θεοῦ ὀνομάζεται, "δεξιὰ" προσαγορεύεται. αὕτη γοῦν εἰς σωτηρίαν ξεναγεῖ. λέγει γοῦν ὁ πεῖραν τοῦ χειραγωγεῖσθαι ὑπ' αὐτῆς εἰληφώς· "ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου", τῆς πρακτικῆς δυνάμεως τῶν καλῶν. 4 καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. τὸ τῆς σαρκὸς ὄνομα ὁμώνυμον ὂν κατὰ τὴν γραφὴν διάφορα σημαίνει. λέγεταί ποτε ἡ σὰρξ σημαίνου̣σα τὴν αἰσθητικὴν ἡμῶν προαίρεσιν· ὅταν γὰρ λέγηται ὅτι· "ἐκσπάσω ἀπ' αὐτῶν τὴν λιθίνην αὐτῶν καρδίαν καὶ ἐνθήσω σαρκίνην", "λιθίνην καρδίαν" λέγει τὴν ἠλίθιον νόησιν τὴν πάσης αἰσθήσεως ἀφῃρημένην. ἀντὶ ταύτης ἐντίθεται σαρκίνη, αἰσθητικὴ καὶ εὔεικτος πρὸς τοὺς θεοῦ νόμους. λέγεται οὖν τὸ εὔεικτον πολλάκις καὶ αἰσθητικὸν σάρξ. λέγεται δὲ καὶ σὰρξ δια̣στελλομένη πρὸς πνεῦμα. πνεῦμα δὲ λέγει τὴν γνώμην, σάρκα δὲ τὴν πρὸς γνώμην διαστελλομένην. ὅταν τις οὖν τὰ σαρκὸς διανοῆται καὶ πράττῃ καὶ ζῇ κατ' αὐτά, μακράν ἐστιν τοῦ πνεύματος. ὅταν δὲ ἀκολουθήσῃ τῷ πνεύματι, τῇ ὀρθῇ γνώμῃ καὶ μάλιστα τῇ μετασχούσῃ τοῦ ἁγίου πνεύματος, τότε καταργεῖ τὴν σάρκα. περὶ τῆς τοιαύτης σαρκὸς καὶ τοῦ πρὸς αὐτὴν διαστελλομένου πνεύματος λέγει· "ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι". καίτοι ἦσαν ἐν σαρκί, ἐπηχθισμένοι ἔτι ἦσαν τὸ σῶμα. τῇ διαθέσει ἔξω αὐτῆς ἐγεγόνεσαν. καὶ ὥσπερ ἐπὶ γῆς τις περιπατῶν δύναται ἐν οὐρανῷ ἔχειν τὸ πολίτευμα̣, οὕτως ἐν σαρκί τις ἔτι τυγχάνων γίνεται ἔξω αὐτῆς, ὅταν τῷ πνεύματι ἀκολουθήσῃ. καὶ αὕτη ἐστὶν ἡ λεγομένη εὔλογος ἐξαγω̣γ̣ή. τινὲς δὲ ἀγνοήσαντες, πῶς οἱ σοφοὶ εἴρηκαν εὔλογον ἐξαγωγήν, πολλάκις ἐρωτηθέντες λέγουσιν· ἢ ὑπὸ λογισμῶν ἢ παθημάτων σαρκὸς ἐξηγίοχαν ἑαυτοὺς τοῦ βίου. -οὔκ ἐστιν δὲ αὕτη εὔλογος ἐξαγωγή, ἀλλ' ὅταν τις ἅγιος ὢν τὸ σῶμα καὶ τὴν σάρκα ἔξω αὐτοῦ γένηται τῇ σπουδῇ καὶ διαθέσει ὥστε εἰπεῖν· "οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι". καὶ πάλιν· "τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν". "οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται". παρίσταται δὲ ὅτι οὐ περὶ