173
ταύτης τῆς σαρκὸς λέγει· πάντες γὰρ οἱ ἅγιοι ἔτι ἐν τῇ σαρκὶ ὄντες ἤρεσαν θεῷ. ἐστὶν τοίνυν σὰρξ ἧς ὁ ἐκτὸς γινόμενος ἀρέσκει θεῷ ἡ γνώμη ἡ ὑλικὴ ἡ φιλοπαθής. καὶ τάχα ἐάν τις ἐν πνεύματι γενόμενος ἀφῇ τὴν σάρκα, οὐδὲ ταράττεται ὀργῆς ἐπικειμένης. ὁ δὲ ἔτι ἀντιποιούμενος τοῦ ζῆν τούτου ταράττεται, ὅταν ἐπίπονόν τι προσδοκηθῇ καὶ ἐπέλθῃ. πολλάκις τὸ σύνθετον ἐξ ἑνὸς τῶν ἐν τῇ συνθέσει σημαίνεται. ὅταν λέγῃ ὁ ἅγιος· "ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με"; τότε περὶ τοῦ τιμιωτέρου ποιεῖται τὴν σημασίαν. ὅταν λέγῃ πάλιν ὅτι· "ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ". -μὴ γὰρ ἀπηλλαγμένον τῆς ψυχῆς λέγει, ἀλλ' ἐπεὶ ὑποτάκτικόν ἐστιν τὸ σῶμα, ἀρχικὴ δὲ ἡ ψυχή, τὸ σῶμα ὅτε ὑπόκειται τῇ ψυχῇ ἀρχόμενον καὶ ἀρχόμενόν γε σὺν λόγῳ καὶ σὺν νόμῳ θεοῦ, ὑπωπιάζεται καὶ δουλαγωγεῖται. ἐπεὶ τοίνυν ὀργὴν ἐπικειμένην ὁρῶ-τὰ γὰρ βέλη σου ἤδη̣ ἔτρωσάν με-καὶ ᾐσθήθην τούτου, διὰ τοῦτο καὶ ἡ σάρξ μου τετ̣άρακ̣ται. διὰ τοῦτο οἱ ἅγιοι οὐ δεδίασιν θάνατον ἐπίτρ̣οχόν τ̣ινα. ἐν λήθῃ τοῦ σάρκα φορεῖν γέγονεν. ὅταν δὲ ἐπ' αὐτ̣ο`̣ τ̣οῦτο σκοπῇ, ὅτι σαρκὶ ἐνδέδεται καὶ δυνατὴν σάρκα διαιρεῖσθαι ἀπὸ τῆς ψυχῆς λαβών, ἐναντία θανάτου ταράττεται. "πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου". πάλιν λέγει ὅτι· "πρὸς σὲ πᾶσα σὰρξ ἥξει", τουτέστιν πᾶς ἄνθρωπος. "ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν". πάντα τὰ ὁμωνυμοῦντα ἐκ προσθηκῶν τινων διαιροῦνται ἀπὸ τῶν τὸ αὐτὸ ὄνομα ἐχόντων. ἐὰν λέγηται ἐν τῇ γραφ̣ῇ· "ὁ διδοὺς τροφὴν πάσῃ σαρκί", πᾶν ζῷον ἀκούομεν πεφυκός. ἐὰν δὲ λέγω· "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα", τὴν πεφυκυῖαν δόσιν πνεύματος δέχεσθαι λέγω. 4 οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. ἐπεὶ ὁρῶ τὰς ἁμαρτίας μου παρούσας. οὐ πᾶς δὲ τοῦ προσώπου αὐτῶν ἔννοιαν λαμβάνει ἢ ὁ μ̣ετανοῶν καὶ φυγεῖν 262 αὐτὰς βουλόμ̣ενο̣ς. ὁ ἁμαρτάνων καὶ αὐτὸ τοῦτο ἀγνοῶν ὅτι ἁμαρτάνει, οὐχ ὁρᾷ τὸ πρόσωπον τῶν ἁμαρτιῶν ἑαυτοῦ, οὐχ ὁρᾷ αὐτῶν τὸ αἶσχος. ὁ δὲ ἐπιστάνων οἷς πράττει καὶ ὁρῶν ὅτι κατὰ παράβασιν θείων ἐντολῶν ἐπιτελεῖ αὐτά, ἐπιφαινό μενον ἔχει τῶν ἁμαρτιῶν τὸ πρόσωπον. ὀστέα δὲ οὐ τὰ τοῦ σώματος πάντως λέγει, εἰ μὴ κατὰ τὴν χαμαιζηλοτέραν διάνοιαν, ὡς καὶ περὶ σαρκὸς ἐλέχθη. καὶ εἴρηται ἐν τοῖς προλαβοῦσιν τό· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι"; ε̣ι᾿̣ τὰ ὀστᾶ λέγουσιν· "κύριε, τίς ὅμοιός σοι", καὶ κυρίου ἔννοιαν ἐδέξαντο καὶ τῆς, ἵν' οὕτως εἴπω, μορφῆς αὐτοῦ, ὥστε εἰδέναι ὅτι οὐδεὶς ὅμοιος αὐτῷ ἐστιν. ἡ ὁμοιότης δὲ ἡ πρὸς θεὸν καὶ ἀνομοιότης ἐπίγνωσιν θεοῦ καὶ θεολογίαν φανεροῖ· ὥστε οὐ περὶ τῶν ὀστέων τοῦ σώματος λέγει, ἀλλὰ περὶ τῶν ἰσχυρῶν καὶ καὶ εὐτόνων δογμάτων τῆς ψυχῆς καὶ δυνάμεων αὐτῆς· τότε γὰρ τὰ αἰσθητὰ σώματα διακρατεῖται ὑπὸ τῶν ὀστέων· οὐκ ἠδύνατο γὰρ νεῦρα καὶ φλέβας ἔχειν καὶ τὰ ἄλλα, εἰ μὴ ὀστέα εἶχεν. ἐπερ · "οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου"; -ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἀντακολουθοῦσιν, εἰρηνεύουσιν. ὅταν μὴ διαστασιάζῃ τὸ θυμικὸν πρὸς τὸ λογιστικόν, τὸ ἐπιθυμητικὸν πρὸς τὸν νοῦν, τότε εἰρήνη ἐστίν. πάλιν ἐὰν δόγματά τις ἔχῃ διάφωνα-οἱ πολλοὶ δὲ τοιαῦτα ἔχουσιν· τίθενταί τι καὶ ἐπιφέρουσιν ἄλλο, ὃ ἀνατρέπει τὃ πρῶτον τεθήκασιν. καὶ σχεδὸν ὅλοι οἱ συνκεχυμένην διάνοιαν ἔχοντες τοῦτο πάσχουσιν. δεῖ δὲ τὸν σοφὸν καὶ μάλιστα θεόσοφον συνφωνία̣ς̣ ἔχειν ἐν ταῖς δυνάμεσιν τοῦ ἔσω ἀνθρώπου καὶ ἐν τοῖς φρονητέοις· οὕτω γὰρ εἰρήνη ἔστιν ἐν τοῖς ὀστέοις αὐτοῦ. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. τοῦτο λέγει· αἱ ἀνομίαι μου, αἳ ὀφείλουσιν ὑπὸ πόδας εἶναι καὶ πατεῖσθαι, ὑπὲρ ἐμὲ γέγοναν, τοῦ νοῦ μου κρατοῦσιν. ἐν πολλοῖς δὲ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς καὶ ἐν τῷ· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ", τουτέστιν ἐν τῷ νῷ. αὐτὸ γοῦν τοῦτο ὁ εἰρηκώς· "τοῦ σοφοῦ οἱ ὀφθαλμοί", εἰς ἕτερα λέγων σαφηνίζει· "σοφία ἀνθρώπου