174
φωτιεῖ πρόσωπον αὐτοῦ", πρόσωπον πάντως λέγων τὸν ἔσω ἄνθρωπον, τὸν νοῦν. φορτίον βαρὺ γεγένηνται, καθέλκουσίν με κάτω, δέον ἐκεῖνο ὃ Ἰησοῦς ἐπιτίθησιν φορτίον καὶ τὸ ζυγὸν ὃ ἐπιβάλλει, φέρειν· ἐστὶν γὰρ φορτίον φαῦλον, ὡς αὐτὸ τοῦτο τὸ ῥητὸν λέγει· "φορτίον βαρὺ αἱ ἀνομίαι ἐβαρύνθησαν ἐπ' ἐμέ". "δεῦτε" οὖν, φησίν, "πρὸς ἐμέ, ἀναπαύσω γὰρ ὑμᾶς", αἴρω τὰ φορτία ἀφ' ὑμῶν καὶ τὰ ἐπικείμενα ἄχθη· "ὁ γὰρ ζυγός μου χρηστός ἐστιν καὶ τὸ φορτίον μου ἐλαφρόν". τὸ φορτίον τοῦτο μετεωρίζει τὸν βαστάζοντα, ἄνω αὐτὸν φέρει, ὑπόπτερόν ἐστιν τὸ φορτίον τοῦτο. τὸ δὲ τῆς κακίας κάτω βρίθει, κάτω καταβάλλει. περὶ φαύλων γοῦν λέγει· "δύσεσθε ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ". 5 ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰδέναι ὅτι βαρὺ φορτίον ἐστὶν ἡ κακία̣ ἢ τοῦ αἴσθησιν λαβόντος τοῦ ἐπαχθοῦς αὐτῆς. τότε γοῦν κ̣οπιᾷ τις τῶν φερόντων τὸ φορτίον τοῦτο, ὅταν αἴσθη̣σιν λάβῃ τοῦ βάρους τῆς κακίας. καὶ τότε ἔρ χεται πρὸς τὸν Ἰησοῦν. ὁ δὲ ἡδόμενος ἐπὶ τῷ φορτίῳ τῆς κακίας μᾶλλον κ̣αὶ μακρύνεται τοῦ Ἰησοῦ. διὰ τοῦτο καὶ ἐν Ἰσαίᾳ λέγεται· "ἐκοπίασεν Αἴγυπτος, ἐνπορία Αἰθιόπων, καὶ οἱ Σαβαῖται ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἔσονται δοῦλοί σου καὶ προσκυνήσουσίν σοι ὅτι ὁ θεὸς ἐνδυναμοῖ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ". τότε "ἐκοπίασεν Αἴγυπτος", ὅτε αἴσθησιν̣ ἔλαβεν οἷ κακῶν ἐστιν εἰδωλολατροῦσα καὶ ἔχουσα περὶ τὰς περιέργους φλυαρίας, περὶ οἰωνοσκοπικῶν, περὶ νεκυομ̣αντείᾳ καὶ τοῖς ἐπικειμένοις αὐτοῖς δαίμοσιν. ὅτε δὲ οὐκ ἔχει αἴσθησιν αὐτῶν, οὐ κοπιᾷ. "ἡ ἐμπορία" οὖν "τῶν Αἰθιόπων" ἢ "τὰ ἐμπόρια τῶν Αἰθιόπων" τότε κοπιᾷ. Αἰθίοπας δὲ λέγει τοὺς μεμ̣ελ̣ανωμένους κατὰ τὸν ἔσω ἄνθρωπον̣. οὕτω γοῦν καὶ ὁ διάβολος ἐν τῇ ἐπιστολῇ τοῦ Βαρναβᾶ καὶ τῷ Ποιμένι λέγεται "ὁ μέλας" οὐ κατὰ σῶμα, ἀλλὰ κ̣ατὰ τὴν διάνοιαν ἐσκοτισμένος, 263 ἔξω τῆς λαμπρότητος τῶν ἁγίων γενόμενος. οὗτοι οὖν οἱ Αἰθίοπες ἔχουσιν ἐνπορίαν ἢ ἐνπόρια, ἔνθα ἡ ἐμπορία αὐτῶν. καὶ τότε σκοπιῶσιν, ὅταν αἴσθησιν λάβωσιν οἷ κακῶν εἰσιν· ὅσον γὰρ ἥδεταί τις τῷ ἁμαρτάνειν, οὐ κοπιᾷ. 6 προςώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. μώλωπας ἔσχον ἀπὸ τῶν βελῶν τῆς κολάσεως ἢ καὶ ἀπὸ τῶν πεπυρακτωμένων βελῶν τοῦ πονηροῦ· εἴρηται γὰρ καὶ αὐτὸς βέλη ἔχειν π̣ε̣πυρωμένα. ὅταν τις οὖν ἀμυχὰς λάβῃ, τουτ έστιν λογισμοὺς καὶ ἐνθυμήματα τῶν κακῶν καὶ ἀσεβημάτων, ἐν μώλωψίν ἐστιν. ὅταν δὲ αὐξηθέντες οὗτοι καὶ ἀποφορὰν ἐσχηκότες προσόζουσιν, λοιπὸν καὶ σῆψιν ὑφίστανται. "προσώζεσαν" οὖν "καὶ ἐσάπησαν οἱ μώλωπές μου". πόθεν δὲ ἔσχον τοὺς μώλωπας, πόθεν ἡ σῆψις αὐτῶν γέγονεν; -"ἀπὸ προσώπου τῆς ἀφροσύνης μου". δέον ἐλέγξαι με τὴν ἀφροσύνην, ἀποστῆναι αὐτῆς. ὑφίσταται δέ τις ἀφροσύνην, ὅταν φρόνησιν μὴ κτήσηται. τὰ κεντώματα τῶν λογισμῶν καὶ τῶν ἐπιθυμημάτων, ταῦτα μώλωπας ἐνποιεῖ. δέον τούτους ταχὺ θεραπεύειν. εἶδέν τις γυναῖκα πρὸς ἐπιθυμίαν. μώλωπα ἔσχεν. θεραπευσάτω, μέχρι τῆς προπαθείας στησάτω τὴν ὀργήν· οὕτω γὰρ οὐδὲ προσοζέσῃ ἡ ἐπιθυμία οὐδὲ σῆψιν ἐπενέγκῃ. ἐνμένουσα δὲ ἡ διάνοια, ταῦτα ἐπιφέρει καὶ σῆψιν καὶ ὀσμὴν κ̣αὶ ἀηδῆ. ὅταν μὴ ἔχῃ ταύτην τὴν φρόνησιν ὥστε εἰδέναι τὰ ποιητέα καὶ μή, τὰ μικτῶς ἔχοντα τὰ λεγόμενα ἀδιάφορα, ἐν ἀφροσύνῃ ἐστίν. καὶ ἡ ἀφροσύνη τὰ δόξαντα εἶναι μικρὰ ἁμαρτήματα ὥστε μώλωψιν αὐτὰ παραβάλλεσθαι, τρέφει καὶ κρατύνει, καὶ γίνεται δυσωδία καὶ σῆψις. καταλλήλως δὲ τῆς οὐσίας τῆς περὶ ἧς ὁ λόγος, λάμβανε τὴν προσόζεσιν καὶ τὴν σῆψιν· οὐδὲν σωματικὸν γὰρ φαίνεται· πολλοὶ γὰρ ἄφρονες καὶ ὑγιαίνουσιν καὶ ἰσχυρὰ ἔχουσιν σώματα. 7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους. ταλαιπωρίαν ἐπιφέρει πολλάκις τὰ ἀηδῆ καὶ ἐπίπονα. καὶ αὐτὸ γοῦν τὸ σῶμα καὶ ταλαίπωρον ποιεῖ τὸν ἐπηχθισμένον. ταύτην τὴν ἔννοιαν ὑποβάλλει ἡ ἀποστολικὴ λέξις ἡ οὕτως ἔχουσα· "ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος