175
τοῦ θανάτου τούτου"; ἐπεὶ γὰρ ἐν τῷ σώματι τοῦ θανάτου εἰμί, ταλαίπωρός εἰμι, καὶ οὐχ ὁ τυχών με ἔξω ποιήσει τῆς τοι̣αύτης ταλαιπωρίας ἢ ὁ σωτήρ· εὐθέως γὰρ ἐπήγαγεν· "εὐχαριστῶ διὰ Ἰησοῦ Χριστοῦ", ὃς ἐλευθέρωσέν με ἀπὸ τοῦ σώματος. ταλαιπωρίαν οὖν λέγομεν ἐνγενέσθαι τῇ ψυχῇ ἀπὸ τοῦ σώματος τοῦ θανάτου. οὐ καθάπαξ λαμβάνομεν τὸ σῶμα θανάτου εἶναι, ἀλλὰ τὸ τοιόνδε σῶμα. ὅταν τις τούτῳ τῷ σώματι χρᾶται ὡς τὰς πρὸς θάνατον ποιεῖν ἁμαρτίας, σῶμα θανάτου λοιπὸν περίκειται. δυνατὸν δὲ αὐτὸ ποιῆσαι μὴ σῶμα θανάτου· ὅταν γὰρ χωρίσω ἀπ' αὐτοῦ τ̣ὰ ποιου῀̣ντα αὐτὸ θανάτου σῶμα, οὐκέτι θανάτου σῶμά ἐστιν. καὶ ὥσπερ τὸ σῶμα τοῦτο τὸ αἰσθητὸν ἔχε̣ι̣ καὶ ὕλην ὑποκειμένην καὶ εἶδος σώματος, καὶ ἔστιν χωρίσαι τὸ σῶμα τοῦτο ἀπὸ τοῦ παχέως σώματος. ὅταν μόνας τὰς τρεῖς διαστάσεις λάβῃ ἄνευ ὕλ̣ης, τοῦτο τὸ σῶμα οὔκ ἐστιν ο̣ὐσ̣ία̣. ἐν τοῖς οὖν προχείροις τούτοις ὅταν λέγηται ὅτι οἷον· "χρῶμα ἐν σώματι", οὐκοῦν καὶ ἐν τινὶ σώματι, διὰ τοῦ "χρῶμα" εἰπεῖν "ἐν σώματι" ἔδειξεν ὅτι τοῦτο τὸ σῶμα σημαίνει τὸ ὁρώμενον, οὗ ἁπτόμεθα. ὅταν δὲ λέγῃ ἓν εἶδος εἶναι τοῦ ποσοῦ τὸ σῶμα, οὐ τοῦτο λέγει· πῶς γὰρ οὐσία δύναται εἶναι γένους οὐσ̣ίας; ὥστε ὁμωνυμεῖ τὸ σῶμα· τὸ μὲν γὰρ κατὰ τὰς τρεῖς διαστάσεις λαμβάνεται ἄνευ ὕλης. τοῦτο δέ ἐστιν̣ τὸ ποσὸν σῶμα· τὸ γὰρ μετὰ τῆς ὕλης οὐ μόνας τὰς διαστάσεις χωρὶς τῆς ὑποκειμένης λαμβάνομεν οὐσίας ἀλλὰ σὺν αὐτῇ. ἄλλ̣ο ἐστὶν τοῦτο τὸ σῶμα. τὸ σῶμα οὖν τότε θανάτου ἐστίν, ὅταν τὰ ἐνεργοῦντα αὐ264 τοῦ καὶ τὰ κ̣ινήματ̣α ἁμαρτητικῶς γίνηται. δυνατὸν οὖν τοῦτο χωρίσαι ἀπὸ τοῦ σώματος. ὅταν λάβω ὀφθαλμὸν μὴ ὁρῶντα ἐπιβλαβῶς, μὴ μοιχικῶς ὁρῶντα, ἀπέστησα τὸν ὀφθαλμὸν τὸν τοῦ θανάτου ἀπὸ τῆς οὐσίας. καὶ ἐφ' ἑκάστης μέλους καὶ ἐφ' ἑκάστης αἰσθήσεως ἐὰν τοῦτο γίνηται, ἀποβάλλεται τὸ τοῦ θανάτου σῶμα. οὐ τὸ σῶμα ἀποβάλλομεν ἀλλὰ τὸ τοῦ θανάτου. καὶ τὸν φαῦλον ἄνθρωπον ἐὰν εἰς σπουδαῖον μεταβαλόντα ἴδωμεν, λέγομεν ὅτι ἐφθάρη ὁ φαῦλος ἄνθρωπος, οὐχ̣ ὁ ἄνθρωπος. "καὶ κατεκάμφθην". ἡ κακία κατωφερής ἐστιν, κατακάμπτει τὸν ἔχοντα· ἀεὶ γὰρ ἐπικείμενα τὰ μεγάλα ἄχθη κατασπᾷ καὶ κατακάμπτει τὸν βαστάζοντα. αὐτίκα γοῦν ἐκείνην τὴν ἔχουσαν "πνεῦμα ἀσθενείας" ὀκτωκαίδεκα ἔτεσιν λέγει ὅτι· "συνκύψασα ἦν καὶ μὴ ἀνανεύουσα εἰς τὸ παντελές". οὐδέποτε ἄνω ἑαυτὴν ἐπῆρεν. ὁ ἁμαρτάνων οὖν συνκύπτει καὶ κάτω βλέπει. λέγει γοῦν· "τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ"· καὶ πάλιν ἐν Ἰηρεμίᾳ λέγεται· "ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν". οἱ ἀφεστηκότες τῆς θείας πηγῆς γράφονται, ἐνπολιτογραφοῦνται τῇ γῇ, ὡς τὸ πολίτευμα κάτω ἔχοντες καὶ "τὴν εἰκόνα τοῦ χοικοῦ" φέροντες. τῶν δὲ μαθητῶν "τὰ ὀ νόματα ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς". οὐ τὰς προσηγορίας ταύτας τὰς ἐκ συλλαβῶν συνκειμένας λέγει, ἀλλὰ τὰς ἰδίας ποιότητας τὰς σημαινούσας αὐτῶν τὴν ψυχὴν καὶ τὸν νοῦ ἀποδίδοται γὰρ ὁρισμὸς ὀνο´̣ματος οὕτως· ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ποιότητος τοῦ ὀνομαζομένου. αὕτη δέ ἐστιν ἡ προσηγορικὴ ὀνομασία, ἄνθρωπος, οὐρανός. "ἐνγέγραπται" οὖν, τουτέστιν κατετάχθη. 7 ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. εἰ καὶ "κατεκάμφθην ἕως τέλους" ἐκ τῆς προσούσης ταλαιπωρίας, ἀλλ' οὐκ ἀναισθητῶ τοῦτο. σκυθρωπάζων γοῦν πορεύομαι τὴν "κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην". καὶ οὕτω σκυθρωπάζων πορεύομαι ὅλην τὴν ἡμέραν. εὖ δὲ καὶ τὸ "πορεύομαι". οὐ ῥιφεὶς πρηνὴς μένει ἀλλὰ πορεύεται. οὐκ "ἐβάθυνεν εἰς γῆν κάθισιν", οὐ τὰ μετάφρενα ἔθηκεν τῇ γῇ ἀλλὰ πορεύεται. "σκυθρωπάζων" οὖν "ἐπορευόμην". ἐνη´̣ργουν ἐκεῖνα ἃ μετεβίβαζέν με ἐκ τῆς ταλαιπωρίας. τότε δὲ ἐκ τῆς ταλαιπωρίας μεταβιβάζομαι, ἐὰν τὰ αἴτια τῆς ταλαιπωρίας ἀπόθωμαι. 8 ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐνπαιγμάτων. ἡ ψυχή μου ἐπλήσθη ἁμαρτημάτων. ἐνπαιγμοὶ δέ εἰσιν τὰ ἁμαρτήματα. ὁ ἀπατῶν ἐνπαίζει τῷ ἀπατωμένῳ, καὶ οὕτως πληροῦται ἡ