176
ψυχὴ ἐνπαιγμάτων. κεῖται δὲ ἔν τισιν ἀντιγράφοις "αἱ ψόαι μου". λέγονται περὶ ταύτας συνίστασθαι τὰ σπέρματα. ὅταν τις τοίνυν ὑποσυρῇ εἰς ἀκολασίαν καὶ φιλήδονος μᾶλλον σπεύδῃ ἢ φιλόθεος εἶναι, τὰς ψόας ἐνπαιγμῶν ἔχει πεπλησμένας. 8 καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. ὅσον εἰμὶ πεπληρωμένος τούτων τῶν ἐνπαιγμάτων, οὐ μόνον οὐχ ὑγιαίνει μου ἡ σάρξ, ἀλλὰ καὶ νοσήσασα οὕτω διακειμένη οὐ δέχεται ἴασιν. ὥσπερ ἀδύνατόν ἐστιν τὸν αἰσθ̣η̣τω῀̣ς νοσοῦντα ἔτι ἐν τῷ νοσεῖν ὄντα ὑγείαν ἀναλαβεῖν, οὕτως ὁ πληρωθεὶς ἐνπαιγμάτων οὐ δύναται εἰρηνεύουσαν ποιη´̣σασθαι τὴν σάρκα, τουτέστι̣ν σώφρονα, ἢ μὴ διαστασιάζουσα̣ν̣ πρὸς ἑαυτήν. 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. δύναται κάκωσιν καὶ ταπείνωσιν ἑκούσιον λέγειν. ἐπεὶ ἐν αἰσθήσει γέγονα τοῦ ἐπάρματος τῆς κακίας καὶ τῆς βλάβης καὶ τοῦ τύφου, προαιρετικῶς εἰς ταπείνωσιν ἐμαυτὸν περιήγαγον, ἵνα ὑψωθῶ· "πᾶς" γὰρ "ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται". ε᾿̣κ παραλλήλου τὴν κάκωσιν δεῖ κ̣αὶ τὴν ταπείνωσιν λαβεῖν. τότε δὲ ἑκουσίως γίνεται, ὅταν, ὡς εἶπον, τὸ ὑψωθὲν ταπεινώσῃ ἑαυτόν, ἵν' ὑψω̣θῇ ὑπὸ τοῦ θεοῦ. δυνατὸν καὶ οὕτως· ἐκ τῶν περιεστηκότων ἐπιπόνων καὶ φορτίων β̣αρέων "ἐταπεινώθην, ἐκακώθην ἕως σφόδρα". ἐπιτεταμένην ἔσχον τὴν κάκωσιν. 9 ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. οὐκ ἐπιπλάστως ἀποκλαιόμενος τὰ κακὰ τὰ περιεστηκότα μοι, ἀλλὰ "ἀπὸ στεναγμοῦ τῆς καρδίας μου"· νοῶν ἐν τίνι στένειν δεῖ, ἔστενον. 265 10 καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. ὁ δίκαιος ἔρωτα καὶ πόθον ἔχει ἀεὶ τῶν ἀρετῶν καὶ τῶν ἐπαινετῶς πραττομένων. λέγεται γοῦν περὶ τοῦ δικαίου· "ἐπιθυμία δικαίου πᾶσα ἀγαθή". τὰ δὲ ἀγαθὰ παρρησίαν ἔχει ἐπίπροσθεν εἶναι θεοῦ. "ἐναντίον σου" οὖν, τουτέστιν ἔνπροσθέν σου, ἐστὶν "πᾶσα ἡ ἐπιθυμία μου". ἐπαινετὴν οὖν ἐνταῦθα λημπτέον "τὴν ἐπιθυμίαν μ̣ου", οἵα ἐστὶν καὶ περὶ ἧς αὐτὸς οὗτος λέγει· "εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". αἱ τοιαῦται οὖν ἐπιθυμίαι πᾶσαι τοῦ δικαίου εὐπαρρησίαστοι οὖσαι ἐπίπροσθέν εἰσιν θεοῦ. δυνατὸν δὲ καὶ εἰς τὸ ἕτερον σημαινόμενον τῆς ἐπιθυμίας ἐκλαβεῖν τὴν λέξιν. διὰ τοῦτο ἐταπεινώθην καὶ ἕως σφόδρα κατεκάμφθην, διὰ τοῦτο ὀλοφύρομαι καὶ ὁ στεναγμός μου ἀπὸ ψυχῆς καὶ καρδίας γίνεται, ἐπεὶ ἔγνων, ὅτι πᾶσα̣ ἐπιθυμία ἣν ἔσχον φαύλην, φανερά σοί ἐστιν, οὐδεμία ἐπιθυμία ἔξω τοῦ προσώπου σού ἐστιν. τὸ δὲ "ἔνπροσθεν" εὐπρεπέστερόν ἐστιν μᾶλλον. 10 καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἐπιθυμίαν ἀγαθὴν ἔχων καὶ ποθῶν εἶναι ἐν ἀγαθοῖς καὶ ἀρετῇ ὅσον ὁρῶ ἐμαυτὸν ἀπολειπόμενον, στενάζω. ὁ στεναγμὸς δὲ οὗτος ἀπὸ ἐπιθυμίας κάλλους γίνεται, ἀπὸ προσδοκίας ἀμείνονος. εἰ καὶ τοὺς πολλοὺς πολλάκις λανθάνω στενάζων, ὅπως μὴ δοκῶ περιαυτίζεσθαι καὶ δῆθεν μετανοῶν φαίνεσθαι, ἀλλ' ἐπίπροσθεν σοῦ ἐστιν ὁ στεναγμός μου, οὐκ ἀπεκρύβη ἀπὸ σοῦ. οἱ Αἰγύπτιοι γοῦν κατεπόνουν τοὺς Ἑβραίους. ὅτε ἥδοντο ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις "οἱ υἱοὶ Ἰσραήλ", κέκρυπτο ὁ στεναγμὸς αὐτῶν ἀπὸ προσώπου τοῦ θεοῦ. ὅτε δὲ ἤρξαντο στενάζειν ἐπὶ τοῖς ἔργοις, ὅτε αἴσθη̣σιν ἔλαβον τῶν Φαραωτικῶν ἔργων ὅτι κατασπῶντά εἰσιν καὶ γήινα καὶ μᾶλλον ἔξω τοῦ θεοῦ ποιο̣ῦν̣τα, τότε ἐστέναξαν, καὶ οὐκ ἐκρύβη ὁ στεναγμὸς ἀπὸ τοῦ θεοῦ· εὐθέως γὰρ αὐτοὺς ἐλευθέρωσεν. ὅτε δὲ ἥδοντο, ἐκρατοῦντο ἐκεῖ, ἐλευθερίας οὐκ ἐτύγχανον. ὁ στεναγμὸς οὗτος καταλλήλως ἔχει "τῇ λύπῃ τῇ μετάνοιαν εἰς σωτηρίαν κατεργαζομένῃ". ἄλλη δέ ἐστιν αὕτη ἡ λύπη παρὰ τὴν τοῦ κόσμου, ἥτις θάνατον κατεργάζεται. ἐὰν γοῦν ἴδῃς ἄνθρωπον στενάζοντα ὅτι μὴ τυγχάνει ὧν ἐπιθυμεῖ, κἂν φαῦλα ὦσιν, ὁ στεναγμὸς οὗτος ὀλέθριός ἐστιν. 11 ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου. ὅτε ταράττεται ἡ καρδία, τουτέστιν ὁ νοῦς, τότε ἡ ἰσ χὺς μακρὰν γίνεται. ἡ ἰσχὺς δὲ ἡ κατάλληλος τῇ εἰρήνῃ καὶ τῇ εὐσταθείᾳ τῆς καρδίας. ὁ μαθὼν παρὰ Ἰησοῦ "ὅτι