177
πραύς ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ", οὐκ ἔχει τεταραγμένην τὴν καρδίαν· μιμεῖται γὰρ τὸν Ἰησοῦν. ὁ δὲ μιμούμενος τὸν Ἰησοῦν ἔξω πάσης ἐστὶν ταραχῆς. ἕως δὲ οὐκ ἔχει τὴν ταραχὴν ταύτην, παραμένει αὐτῷ ἡ ἰσχὺς, ὥστε λέγειν· "πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με", καί· "ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου". 11 καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ. τὸ φῶς τῶν ὀφθαλμῶν μου μακράν μου γέγονεν. φῶς δὲ τῶν ἀληθινῶν ὀφθαλμῶν τῶν ὀξὺ καθορώντων ἡ γνῶσις τῆς ἀληθείας ἐστίν· εἴρηται γ̣άρ̣· "φωτίσατε ἑαυτοῖς φῶς γνώσεως". ὅτι οὐ περὶ τούτων τῶν ὀφθαλμῶν οὐδὲ τοῦ αἰσθητοῦ φωτὸς ὁ λόγος, ἄκουε τοῦ λέγοντος· "ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς". πάντως ἡ τήρησις τῆς τηλαυγοῦς ἐντολῆς τοὺς τοῦ ἔσω ἀνθρώπου φωτίζει ὀφθαλμούς· πολλοὶ γάρ εἰσιν ὀξὺ καθορῶντε̣ς καὶ π̣αραβάται τῆς ἐντολῆς εἰσιν τοῦ κυρίου, καὶ ἄλλως φυλάττουσιν αὐτὴν καὶ περιεχόμενο̣ι αὐτὴν ἀμβλεῖς εἰσιν κατὰ τὴν ὄψιν. οὐ πάντως οὖν περὶ τῶν ὀφθαλμῶν λέγεται ὅτι· "καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ". ἀφῆκέν με δέ, ἐπεὶ ἐγὼ αὐτὸ ἀπεστράφην, ἐπεὶ αὐτὸ ἐγω`̣ οὐκ ἐφύλαξα παράμονόν μοι. 266 "ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου". ὅταν τάραχον τὸ διανοητικὸν ὑπομείνῃ, ἡ ἰσχὺς μακρὰν γίνεται· ἐρρωμένης γὰρ τῆς διανοίας καὶ τοῦ νοῦ ἠκριβωμένου ἰσχὺς πρόσεστιν τῷ οὕτω δι̣α̣τεθέντι, ὡς εἰπεῖν· "πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με". "ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου". ἐνκαταλείπεται δέ τις ὑπὸ ταύτης τῆς ἰσχύος, ἐὰν τάραχον ὑπομείνῃ ἐν τῇ καρδίᾳ, ἐὰν λογισμοὺς σχῇ ταραχώδεις. διὸ φυλακτέον μὴ διδόναι "τόπον τῷ διαβόλῳ" τῷ ὑποβάλλοντι τὰς ταραχάς, ἵνα ἰσχὺς ἡμῶν παραμείνῃ καὶ δυνηθῶμεν εἰπεῖν· "ἰσχύς μου καὶ ὕμνησίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν". "καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ". ὅταν ἡ καρδία ταραχθῇ, καὶ ἡ κατάλληλος τῇ καρδίᾳ ἰσχὺς ἐνκαταλείπει, καὶ αὐτὸ τὸ φῶς οὐκ ἔστιν μετὰ τοῦ ταῦτα παθόντος· δεῖ γὰρ "σπεῖραι εἰς δικαιοσύνην καὶ τρυγῆσαι εἰς καρπὸν ζωῆς", ἵνα "φωτίσαντες ἑαυτοῖς φῶς γνώσεως" . ὅταν τοίνυν ταραχθῇ ἡ καρδία, καὶ ἡ ἰσχὺς ἡ ἐνδυναμοῦσα τὸν ἔσω ἄνθρωπον πόρρω γίνεται, καὶ αὐτὸ τὸ τῶν ὀφθαλμῶν φῶς τὸ φωτίζον τὸν ἔσω ἄνθρωπον ἐνκαταλείπει τοῦτον ἑαυτὸν σκότῳ καὶ ἀγνοίᾳ παραδεδωκότα. 12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν. συμβαίνει τοιαῦτα γίνεσθαι ἐν τοῖς περιστατικοῖς καιροῖς. καὶ ὁ Ἰὼβ γοῦν γενάμενος ἐν περιστάσει ἔλεγεν τοιαῦτα· "φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν, ἔγνωσαν ἀλλο τρίους ἢ ἐμέ". καὶ ἐν ταῖς σοφίαις γέγραπται ὅτι οἱ φίλοι τότε μόνον πάρεισιν καὶ τὰ φίλων ἐπιδείκνυνται καὶ ἀπαιτοῦσιν, ὅταν ἐν εὐετηρίᾳ ᾖν ὃν δῆθεν φιλοῦσιν. ὅταν δὲ γένηται ἔν τινι διαστροφῇ τὰ κατ' αὐτόν, τὰ ἐκτός, τότε ἐκεῖνοι πόρρω γίνονται. τρία γὰρ εἴδη φιλίας ἐστίν. ἔστιν φιλία ἡ κατ' αὐτό, ὅταν μηδενὸς ἄλλου μεταδιώκηται ἢ καλλονῆς ἢ ἀρετῆς. ἐὰν δὲ διά τι ᾖν, τὸ πλοῦτος. αὕτη ἡ φιλία ἐκείνων ἀπόντων πεπαύσεται καὶ ἡ φιλία. λέγεται δὲ αὕτη ἡ φιλία δεύτερον εἶδος οὖσα. τοῦ χρησίμου ἕνεκα γίνεται. καὶ τρίτον εἶδος φιλίας, τὸ ἡδύ. πολλοὶ ἥδοντο φίλοι εἶναι μοναχῶν, οὐχ ἵνα μοναχοὶ ὦσιν, ἀλλ' ἵνα λέγωσιν ὅτι· "οἱ μονάζοντές με φιλοῦσιν". καὶ ἄλλοι πλουσίων οὐδὲν παρ' αὐτῶν προσδοκῶντες, ἀλλ' ἐνίοτε καὶ προσεπιδιδόντες αὐτοῖς. δύναται ἐκ παραλλήλου τὸν πλησίον φίλον λέγειν ἢ τὸν φίλον πλησίον. καὶ οὕτως οἱ πλησίον κατ' ἀνχιστείαν, κατὰ συγγένειαν οἱ ἀδελφοί μου. ἐπερ · καὶ ἐπὶ σωματικῶν λημπτέον τοῦτο; -εἰ δὲ λέγοις αὐτὸ πνευματικῶς-εἰσὶν δὲ καὶ κατὰ πνεῦμα φίλοι καὶ συγγενεῖς-, σκόπει· ὅταν τις ἐλαττώσῃ ἑαυτὸν καὶ μηκέτι ᾖν τοιοῦτος, οὓς εἶχεν πρότερον φίλους ἀλλοτριοῦνται αὐτοῦ, ὅτι ἐλάττων ἑαυτοῦ, ἵνα μὴ εἴπω, ὅτι φαῦλος γέγονεν· τὰ γὰρ ἑξῆς οὐκέτι ὡς περὶ φαύλου ἢ ὑπὸ φαύλου ἀπαγγέλλεται. ὅλως ταράξας τὴν καρδίαν οὔκ ἐστιν ἐξώβλητος· ἄλλος γάρ ἐστιν ὁ