1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

178

ἀπόλλων ταύτην. εἴρηται γοῦν ἐν Ἰσαίᾳ· "οἱ ἀπολωλεκότες τὴν καρδίαν". ἀπόλλυται δὲ ἡ καρδία, ὅταν ἡ νόησις ἔξ̣ω τῆς καταλλήλου καταστάσεως γένηται. ταράττεται δέ, ε᾿̣ὰν ἔχῃ τινὰ σύνχυσιν. ὑπάρχει με ταράττεσθαι δὲ ἐκ̣ τοῦ λογισμοὺς καὶ ἐνθυμήματα λαμβάνειν μὴ προσήκοντα. "ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν". οὐχ ὡς ἑταῖροι, οὐχ ὡς φίλοι, οὐκ ἐπὶ τῷ ἑνωθῆναί μοι, ἀλλ' "ἐξ ἐναντίας", ἵνα παρόντες ἐναντιῶνται. τοιαύτην παρατήρησιν ἔσχον καὶ ἐν τῷ Ζαχαρίᾳ καὶ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ ψαλμῷ. λέγεται περὶ τοῦ Ἰούδα ὅτι· "διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ". περὶ δὲ "Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου τοῦ Ἰωσεδέχ"· "ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τῷ ἀντικεῖσθαι αὐτῷ". καὶ ὅρα ὅτι καὶ τοῦ Ἰούδα καὶ τοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου τοῦ καθαρωτάτου καὶ ἁγίου ἐκ δεξιῶν ὁ διάβολος εἱστήκει. ἀλλ' ἐπὶ τοῦ Ἰησοῦ εἴρη̣τ̣αι· "τοῦ ἐναντιοῦσθαι αὐτῷ". ἔστη ἵνα τοῖς δεξιοῖς αὐτοῦ ἀντικείμενος ᾖ, πολεμῇ αὐτήν, ὅτι δεξιῶς ἐπιτελεῖ τ̣ὰ πρακτέα καὶ τὴν διάθεσιν ἔχει τοιαύτην. ἐπὶ 267 δὲ τοῦ Ἰούδα οὔ. τὰ δεξιὰ τοῦ Ἰούδα προκατείληφεν. στάσιν αὐτῷ δέδωκεν τῷ διαβόλῳ ἐν τούτοις. καὶ ὧδε "ἐξ ἐναντίας ἔστησαν". διὰ τοῦτο ἤνγισαν, ἵνα πορθήσωσιν καὶ ταράξωσιν. 12 καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. δύο γένη φίλων εἰσίν, δύο εἰσὶν διαθέσεις πλησίων. ὅταν οἱ πάλαι ἐχθροὶ γένωνται προσποιητοὶ φίλοι καὶ αἰνιττόμενοι, ἵν' ἐναντιωθῶσιν τοῦτο ποιοῦσιν. καὶ ἵνα ἀπὸ τῆς Ποιμενικῆς διδασκαλίας λάβω τῆς κατηχητικῆς, λέγω· δύο ἄγγελοί εἰσιν μετὰ τοῦ ἀνθρώπου, καὶ ὁ εἷς πονηρὰ ὑποβάλλει, ὁ δὲ ἕτερος ἀγαθά, καὶ ὁ μὲν τῆς δικαιοσύνης, ὁ δὲ τῆς ἀδικίας ἐστίν. ἐὰν οὖν πλησίον γένηται ὁ τ̣ῆς ἀδικίας, ὁ κακὰ ὑποβάλλων, μακρύνεται ὁ ἀγαθὸς ἄγγελος, ὡς αὖ ἐκείνου συνεγγίσαντος οὗτος ὁ πονηρὸς ἐνα̣ντιοῦται· ὡς γὰρ ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακόν· ἐνεργεῖ γὰρ τὸ κακόν, ὅταν ὁ ἀγαθὸς ᾖ πόρρω. ἐὰν δὲ καὶ πρόσωπον ᾖν τοῦ σωτῆρος τὸ ταῦτα λέγον, δύναται λέγειν ὅτι· μακρὰν γέγοναν οἱ ποτέ μου φίλοι, οἱ υἱοί μου, οὓς ἐγέννησα καὶ ὕψωσα. ἀθετήσαντές με πόρρω γεγένηνται. οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες φίλοι γενόμενοι λοιπὸν ἐγγύς εἰσιν καὶ "ἐξ ἐναντίας μου", ἀντὶ τοῦ "κατὰ πρόσωπόν μου"· οὐκέτι γὰρ τὸ "ἐναντίον" "ἀντικείμενον" λαμβάνομεν, ἀλλὰ τὸ ἐπιπρόσωπον, ἐπίπροσθεν. 13 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν, καὶ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας. οὐδεὶς τῶν ἀγαπώντων τὴν ψυχήν μου ἐκβιάζεται αὐτήν, ἀλλὰ συνεγγίζει ἢ ἓν πρὸς αὐτὴν γίνεται. οἱ δὲ ἄλλοι ἐκβιάζονται καὶ ζητοῦντες τὰ κακὰ κατ' ἐκείνου οὗ ἐκβιάζονται, ματαιότητα λαλοῦσιν, οὐδὲν ἐπωφελές̣, οὐδὲν συντελοῦν πρὸς τὴν γνῶσιν τῆς ἀληθείας, ἀλλὰ περὶ ματαίων· μάταια γὰρ πάντα ἐστὶν τὰ πονηρά, τὰ φαῦλα, καὶ τὰ πρόσκαιρα δὲ ἅ ἐστιν βλεπόμενα καὶ εὐκαταφρόνητα καὶ ῥᾷστα περιγραφόμενα καὶ ἀπολλύμενα. δεῖ ζητῆσαι τὴν ψυχὴν ἐπωφελῶς. τῷ δὲ προσκεῖσθαι "τοῖς ζητοῦσιν τὴν ψυχήν μου καὶ ἐκβιαζομένοις" "τὰ κακά", φανερόν, ὅτι φαῦλοί εἰσιν. ὁ τὴν ἁμαρτάνουσαν ψυχὴν εἰς μετάνοιαν προσηκάμενος καὶ τὴν ἀπεσφαλμένην τῆς ἀληθείας ἄγων εἰς ταύτην, ἐπαινετῶς ζητεῖ καὶ ἐπωφελῶς τὴν ψυχήν. ὁ σωτὴρ γοῦν "ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός". οὗτος ζητῶν τὴν ψυχὴν ζητεῖ, ἵνα εἰς σωτηρίαν αὐτὴν ἀγάγῃ, ἵνα κατὰ τὴν προτέραν αὐτῆς κατάστασιν ἐνέγκῃ. ὥσπερ οὖν ὁ σωτὴρ τοῦτο ποιεῖ διὰ παιδεύσεως καὶ διὰ συντελείας τῆς εἰς τὸ καλόν, οὕτω καὶ οἱ τοῦ σωτῆρος μαθηταὶ καὶ ἄγγελοί γε καὶ ἄνθρωποι τοῦτο ποιοῦσιν. οὐδεὶς δὲ τούτων ζητῶν τὴν ψυχὴν ματαιότητα λαλεῖ, οὐδεὶς ζητεῖ αὐτῇ κακά, ἀλλὰ ἀγαθὰ καὶ ἐπωφελῆ. 13 καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. πάντα τὸν βίον ἑαυτῶν σκολιότητας ἐμελέτων· πῶς γὰρ οὐκ ἤμελλον; "σκολιοὺς" εἶχον "λογισμοὺς τοὺς χωρίζοντας ἀπὸ τοῦ θεοῦ", καὶ ἡ καρδία αὐτῶν σκολιὰ γεγόνει καὶ σκαμβή, ἣν ἀπεύχεται ὁ ἅγιος ἔχειν λέγων· "οὐκ ἐκολλήθη μοι καρδία σκαμβή". ὁ ἔχων οὖν σκολιοὺς λογισμοὺς