179
σκολιότητας ὅλην τὴν ἡμέραν μελετᾷ, ἔργα σύμφωνα καὶ ν̣οήματα τοῖς σκο λιοῖς αὐτοῦ λογισμοῖς. οὗτοι γοῦν οἱ σκολιοὶ λογισμοὶ ὑπὸ διαβόλου ἐντίθενται τῇ ψυχῇ· εἴρηται γάρ· "ὄφις δράκων σκολιός". σκολιεύεται. ἀμέλει γοῦν εἴρηται καὶ ἐν ἄλλοις· "ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν". τὰ σκολιὰ εὐθύτητα λαμβάνει, ὅταν ἀποβάλῃ τὴν σκολιότητα. ὁ δὲ μελετῶν ταύτην ὅλην τὴν ἡμέραν ἔχει καὶ ἔργα σκολια`̣ καὶ προαίρεσιν σκολιὰν καὶ διάθεσιν διεστραμμένην. 14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. ἔπαινον ἑαυτοῦ διεξέρχεται. ὁ μετανοῶν, ἐὰν ὑποβάλῃ διάβολος λογισμοὺς πονηροὺς ἢ σκολιούς, ὡς κωφός τις μὴ ἀκουέτω, μὴ ἐπιστανέτω αὐτοῖς, μὴ παρεχέτω αὐτῷ αὐτοῖς τὴν τοῦ ἔσω ἀνθρώπου ἀκοήν, ἀλλὰ οὕτως ἔστω ὡς ἄλαλος, ὡς κωφὸς οὐκ ἀνοίγων τὸ στόμα. κωφὸν δὲ ἐνταῦθα λέγει οὐ τὸν τὰς ἀκοὰς ἀποβαλόντα, ἀλλὰ τὸν μὴ φθεγγόμενον· πολλάκις γάρ, μάλιστα κατὰ τὴν γραφήν, τὸ σημαινόμενον τοῦτο ἐπὶ τοῦ λάλου κεῖται· "ἐκβληθέντος", φησίν, "τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός". οὐκ εἶπεν· "ἤκουσεν ὁ κωφός". οὐ τοῦτο δέ φημι ὅτι οὐ σημαίνει καὶ τὸν στερηθέντα τὴν ἀκοὴν ἡ λέξις αὕτη. ἀμφότερα δηλοῖ. πάλιν ὁ θεὸς τῷ Μωυσῇ εἰπόντι· "ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι", εἶπεν· 268 "τίς ἔδωκεν στόμα ἀνθρώπῳ λαλεῖν, καὶ τίς ἐποίησεν δύσκωφον ἢ κωφόν, βλέποντα καὶ τυφλόν"; δύναται ὧδε καὶ κωφὸν καὶ ἐπὶ τοῦ λάλου καὶ ἐπὶ τοῦ ἀφαιρεθέντος τὴν ἀ κοὴν κεῖσθαι. τὸ δέ· "ἐκβάντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός", κωφὸν σημαίνει τὸν μὴ ἔχοντα φωνητήρια, τὸν μὴ ἔχοντα ἐνεργοῦσαν γλῶσσαν. 15 ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν στόματι αὐτοῦ ἐλεγμούς. τοῦτο λέγει· οὐ γέγονα ἄνθρωπος οὐκ ἀκούων, ἀλλ' "ὡς οὐκ ἀκούων ἄνθρωπος". οὐκ ἐδεχόμην τοὺς λόγους καὶ τὰς ἀπαγγελίας τῶν δολιευομένων καίτοι δυνάμενος αὐτοὺς ἐλέγχειν. εἰδὼς ὅτι οὐ καιρίως οἱ ἔλεγχοι προφέρονται πρὸς τὸν τοιοῦτον, ὡς οὐκ ἔχων αὐτὸν ἐλέγξαι ἐσιώπωντα. δείκνυσιν ὁ λόγος ὅτι καὶ αἱ ἐπιπλήξεις καὶ αἱ ἀντιρρήσεις καιρίως ὀφείλουσιν γίνεσθαι. τὸ καίριον δὲ ἐκ τοῦ ἀντικειμένου καὶ προσδιαλεγομένου λαμβάνομεν. ὥσπερ τροφὴ καιρίως διδομένη ὠφελεῖ καὶ ἀνύει, ἀκαίρως δὲ προσφερομένη βλάπτει μᾶλλον. "μὴ ἔλεγχε κακούς, ἵνα μή σε μισήσωσιν". τοὐ παραιτεῖσθαι τὸ μισεῖσθαι ὑπὸ φαύλων ὁ λόγος διδάσκει, ἀλλὰ τοῦτο λέγει· ἐλέγχεις, ἵν' ὠφελήσῃς. τὸυ ἐλέγξαι οὐ καιρίως προσαγόμενος-"ἔστιν" γὰρ "ἔλεγχος, ὃς οὔκ ἐστιν ὡραῖος"- οὐκ ὠφελεῖ ἐκεῖνον τὸν ἐλεγχόμενον, ἀλλὰ μᾶλλον ἔτι φαυλότερον αὐτὸν ποιεῖ, ὡς καὶ μισεῖν τὸν ἐλέγχοντα. "ἔλεγχε" γοῦν "σοφόν, καὶ ἀγαπήσει σε". εἰ ὁ σοφὸς ἐλεγχόμενος ἀγαπᾷ τὸν προσφερόμενον τοὺς ἐλέγχομενους, φανερὸν ὁ μισῶν τὸν ἔλεγχον ὅτι φαῦλός ἐστιν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις· "οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει". ὁ ἀπαίδευτος ὅλως οὐκ ἀγαπᾷ τοὺς ἐλέγχοντας, ὁ δὲ σοφὸς τοῦτο βούλεται. οὐδὲν ὧν λέγει ὁ σοφός, πρόσεστιν τῷ κακῷ τῷ μισοῦντι τοὺς ἐλέγχοντας. ἐπερ · "καὶ οὐκ ἔχων ἐν στόματι ἐλεγμούς"; -διττῶς λέγεται τὸ ἐλέγξαι· πολλάκις τις ἐλέγξαι οὐ δύναται. οὐκ ἔχει τοσαύτην παρρησίαν οὐδὲ δύναμιν τοσαύτην λόγου ὥστε ἐλέγχειν, καὶ προσποιεῖται μὴ ἀκούειν. οἷον αἱρεθικός τις πάρεστιν. λέγει ἄθεα δόγματα, αἱρεθικὰς γνώμας. ἐὰν μὴ δυνώμεθα ἐλέγξαι τὰ παρ' ἐκείνου λεγόμενα, "ὡς ἄνθρωποι οὐκ ἀκούοντες" λεγόμεθα· ταράττει γὰρ μᾶλλον τὸ ἀκοῦσαι τοιούτων ὁμιλιῶν ἢ ὠφελεῖ. εἴρηται γοῦν· "φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί". εἴ τις χρηστὸν ἦθος ἔχων οἶδεν αὐτὸ τοῦτο ὅτι πρὸς κακὰς ὁμιλίας προστῆναι οὐ δύναται, οὐκ ὀφείλει παρέχειν τὴν ἀκοήν, ἀλλ' ὡς κωφὸς γενέσθαι. ἄλλος δὲ ἔχων τὸ ἐλέγξαι τὰς αἰσχίστας ὁμιλίας οὐ ποιεῖ τοῦτο, ὅταν εἰδῇ ὅτι οὐ λυσιτελεῖ τέως ἐκείνῳ ἐλεγχθῆναι· ἔλεγον γὰρ ὅτι ὡς αἱ τροφαὶ ἰατρικῶς καιρίως προσάγονται, οὕτω καὶ τὰ βοηθήματα τῇ ψυχῇ.