180
βοηθήματα δέ πώς εἰσιν τῆς ψυχῆς τὰ τοιαῦτα, οἷον· "ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον". ὅταν φανερώσῃς διὰ τοῦ ἐλέγξαι τὸν ἁμαρτάνοντα, ἐπιτίμησον. ὅταν ἐπιτιμήσῃς πάλιν αὐτάρκως τὴν ἐπιτιμίαν ποιησάμενος, παρακάλεσον. βοηθήματα ψυχῆς βοηθήματα διαδεχέσθω. οὐ τοῦ τυχόντος δέ ἐστιν ταῦτα εἰδέναι, ἀλλὰ τοῦ ἐπισταμένου ψυχῆς ἰατρείαν. 16 ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. ἐπεὶ ἤλπισα ἐπὶ σέ, σὺ εἰσάκουσόν μου. θαρρῶ ὅτι πάντα τὰ παρ' ἐμοῦ ὑπαρχ̣θ̣η῀̣ν̣αι ἐκείνῳ δυνάμενα, ὑπαρχθήσεται. διὰ τοῦτο θαρρῶν σ̣οὶ τῷ μείζονι καὶ τῷ εἰδότι πῶς ἐλέγχειν καὶ τίνα δ̣εῖ, ἐσιω´̣πησα, ὡσεὶ κωφὸς γέγονα οὐκ ἔχων ἐν τῷ στόματί μο̣υ ἐλέγχους. καὶ οὕτω δὲ στικτέον· ἐπεὶ ἐπὶ σοὶ ἤλπισα, σὺ εἰσάκουσόν μου· κωφὸς γὰρ πρὸς ἐκεῖνον καὶ ἄλαλος γεγονὼς καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλέγχους, κατὰ διάνοιαν πρὸς σὲ ἐβόων. οὕτω φαίνεται γενόμενον καὶ ἐν τῇ ἐξόδῳ ἐπὶ τοῦ Μ̣ωυσέως, ὁπηνίκα κατεδίωξεν Φαραὼθ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως καὶ τῆς στρατιᾶς, καὶ τρόπον τινὰ συνεκλείσθησαν οἱ Ἑβραῖοι ὥστε περαιτέρω μὴ δύνασθαι διαβῆναι. ἐδίωκεν ἡ στρατιὰ τοῦ Φαραὼθ καὶ αὐτὸς ὁ τύραννος, ἐδιώκοντο οἱ Ἑβραῖοι, "οἱ υἱοὶ Ἰσραήλ". καὶ οἱ μὲν ἦσαν ὡπλισμένοι καὶ παντευχίαν πᾶσαν ἐπιφερόμενοι καὶ δύναμιν στρατιωτικὴν καὶ ἱππικὴν καὶ πεζικήν. οἱ δὲ αὐτ̣ο`̣ τοῦτο γυμνοὶ ταῖς χερσὶν ἦσαν βακτηρίας κατέχοντες. συνεκλείσθησαν καὶ οὐκέτι ἠδύναντο περαιτέρω χωρη῀̣σαι· οὐδὲ γὰρ πόρρω ἠδύναντο δραμεῖν κωλυούσης τῆς θαλάσσης οὐδὲ ἐπὶ δεξιὰ ἢ ἐπὶ θάτερα ὑποστρέψαι. πάλιν ὑποπεσεῖν ἦν τοῖς ἐχθροῖς. ὥσπερ οὖν 269 ἔν τινι γαλεάγρᾳ καὶ ἐντὸς ἀρκύων ληφθέντες οἱ Ἑβραῖοι ἐσφάδαζον καὶ ηγωντο Μωσέα ὅτι· "οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ εἴπομέν σοι ἐν Αἰγύπτῳ· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις"; καὶ ἰδοὺ φθαρῶμεν ἐν τῇ ἐρήμῳ ταύτῃ. ὁ στρατηγὸς ἐλάλει παρακλητικοὺς λόγους αὐτὸς Μωυσῆς· "θαρσεῖτε καὶ στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου ἣν ποιήσει ὑμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους, ἔτι οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον". τοιαῦτα ἔδει τὸν στρατηγὸν μὴ λιποθυμίας τῷ λαῷ λέγειν· οὐδὲ γὰρ τὴν εὐχὴν ἀναπέμπειν ἐκ τοῦ φανεροῦ. ἐνόμιζον ἐκεῖνοι ὅτι καὶ αὐτὸς ἀπέγνω̣ τὴν σωτηρίαν. ἀλλ' ἔλεγεν μὲν τὰ παραθαρσύνοντα, πρὸς τὸν θεὸν δὲ τὰ πρὸς διάνοιαν ἐβόα. καὶ ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐ συντυχικῶς, ἐὰν γένηται βοήθεια, λέγει· "τί βοᾷς πρός με"; πρὸς μὲν θεὸν κατὰ τὸ σιωπώμενον ἐβόα, ἔλεγε δὲ παραθαρσύνοντας λόγους. μέγα δὲ κακόν ἐστιν δεινοῦ τινος ἐφεστηκότος καὶ τὸν στρατηγὸν ὥσπερ σφαδάσαι. εἰς ἀπόγνωσιν ἄγει. 17 ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου". εἶπον τοῦτο· διὰ τοῦτο ἐσιώπησα καὶ ὡσεὶ κωφὸς γέγονα καὶ ὡς οὐκ ἔχων ἐλεγμούς, μήποτε τολμήσαντός μου ταῦτα ἐπικρατέστεροι γενόμενοι ἐπιχαρῶσίν μοι, ἐπικερτομήσουσιν κατ' ἐμοῦ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος λέγει ὅτι· μὴ τόδε ποιεῖτε, "ἵνα μὴ ἐπιχαρῇ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκακίαν ὑμῶν". οὐκοῦν ἐπὶ τοῦ βλαπτομένου χαίρει ἐκεῖνος. "ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί". εἰ γὰρ μὴ ἦς ὑπολαβών με μὴ ὀρθῶς μηδὲ ὃν δεῖ τρόπον ὑψώσαντά σε, ἐπέχαιρον ἐκεῖνοι. καὶ ἐν ἄλλοις λέγει· "μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι". ἐπὶ τῷ πτώματί μου ἐπιχαίρεις, ἀλλ' ἴσθι ὅτι ἀναστήσομαι. ὅταν οὖν στήσω, ἡ χαρά σου εἰς πένθος μεταβάλλει καὶ αἱ ἐπικερτομοῦσαι ᾠδαὶ εἰς θρήνους τρέπονται. 17 καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορημόνησαν. ἐὰν κἂν κλόνος γένηται τῶν ποδῶν μου, ἐπ' ἐμὲ μεγαλορημονοῦσιν. δύναται δὲ ταῦτα λέγειν· ἐπεὶ "ἐταράχθη ἡ καρδία μου ἐντός μου καὶ ἐνκατέλειψέν με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ", ἐκλονήθησαν οἱ πόδες μου, οὐ μέντοι ἔπεσαν. ὅτι δὲ συμβαίνει τοιαῦτα τοῖς μάλιστα μετανοοῦσιν, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν· "ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ