1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

181

θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις". πρόσωπόν ἐστιν μετανοῦντος. οὐχ ἃ λέγει τὸ μετανοοῦν πρόσωπον ἀπὸ τῆς διαθέσεως τοῦ προσποιησαμένου μετανοεῖν ἀπαγγέλλεται· ἔγνων ὅτι "ὡς ἀγαθὸς ὁ θεὸς τοῦ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ" ποιεῖ ἃ ποιεῖ. ἐγὼ δὲ ὁ ἀκμὴν ἀβέβαιος-τὸν μετανοοῦντα λοιπὸν εἰσάγει-μικροῦ δεῖν ἐκλονήθην καὶ ἔπεσα. καὶ λέγω ἀποστολικὸν τούτῳ συνῳδόν· "οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν"-ἡμεῖς οἱ τέλειοι, οἱ τοῦ πνεύ ματος μαθηταί, οἱ τὸν θεῖον καὶ πνευματικὸν νόμον δεξάμενοι-. "ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". οὐχ ὁ εἰδὼς ὅτι ὁ νόμος πνευματικός ἐστιν, σάρκινός ἐστιν ὑπὸ τὴν ἁμαρτίαν πεπραμένος· διέστελλεν γὰρ ἑαυτὸν ἀπ' ἐκείνων. "οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν", καθόλου λέγει περὶ τῶν ἁγίων. "ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". καὶ πολλά γε δόγματα ὑποβάλλει αὕτη ἡ βραχυτάτη λέξις· "σάρκινός εἰμι"· οὐ κατὰ φύσιν, οὐκ ἐκ κατασκευῆς εἰμι τοιοῦτος, ἀλλὰ "πραθεὶς ὑπὸ τὴν ἁμαρτίαν". ὁ δὲ πραθεὶς ὑπό τινα δεσπότην ἵνα γένηται, οὔκ ἐστιν κατὰ φύσιν σάρκινος· ἐκ πράσεως̣ γὰρ̣ γεγένηται αὐτῷ ἡ κατάστασις ἡ οὕτω. καὶ ἐνταῦθα· "ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες", τῆς ψυχῆς δηλονότι. τό τε "παρὰ μικρὸν" τοῦτο δηλοῖ ὅτι ὅλως οὐ κεκλόνηται· ὁ γὰρ λέγων ὅτι· "παρὰ μικρὸν ἐσφάγην", δείκνυσιν ὅτι οὐκ ἐσφάγην. "παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου". καλῶς ἔτρεχον, ἐβάδιζον ὡς δεῖ, ἔβαινον εὐθεῖα διαβήματα. μικροῦ δὲ δεῖν ἐξε̣χύθη ταῦτα. ἐκχύννεται δέ, ὅταν ἀναχαιτίσῃ καὶ εἰς τὰ ὀπίσω ὁ τρέχων στραφῇ. καὶ ἐξ αὐτῆς γοῦν τῆς λέξεως σκόπει· λάβε μοί τινα ἀνιόντα εἰς ὑψηλὸν τόπον ἀμμώδη . τὸν κλόνον οὖν τῶν ποδῶν μου ἑωρακότες καὶ οὔπω πτῶμα ἐπ' ἐμὲ ἐμεγαλορημόνησαν, ὑπε̣ρηφανίας λόγους εἰρή270 κασιν. εἴποι ἂν ἐν ἄλλῳ ῥητῷ· "μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· ἀναστήσομαι". ὁ δὲ νῦν λέγων οὐδὲ ἔπεσεν ὅλως, ἀλλὰ μόνον ἐκλονήθησαν οἱ πόδες· εἰ γὰρ ὁ πεσὼν ἀν ίσταται καὶ τὴν ἐπίχαριν τῆς ἐχθρᾶς καταλείπει, πολλῷ πλέον ὁ μηδὲ πεσών. εὐκολώτερόν ἐστιν στῆσαι καὶ ἐρεῖσαι τοὺς πόδας ὅταν κλονηθῇ τις ἢ ἀναστῆναι πεπτωκότα. εἰ τοίνυν τὸ δυσχερὲς γίνεται, πολλῷ πλέον τὸ εὔκολον ταχέως κατορθοῦται. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. ἐγὼ κἂν ἐν κινήσει γέγονα καὶ ἡ ἰσχύς μου ἐνκατέλιπέν με καὶ τὸ φῶς τῶν ὀφθαλμῶν οὐκ ᾖν μετ' ἐμοῦ καὶ ἐκλονήθησαν οἱ πόδες μου, εἰς μάστιγάς εἰμι ἕτοιμος· μὴ γὰρ παραιτοῦμαι ὑπὸ σοῦ μαστιχθῆναι, ὡς υἱὸν ἀγαπώμενον παιδεύεις. "μὴ ὀλιγώρει παιδείας κυρίου· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται". ἐπεὶ τοίνυν υἱός εἰμι, εἰ καὶ μαστιγῶν αἴτια ἐμαυτῷ συνηγίοχα, παραιτοῦμαι δὲ τὸ ὑπ' ἐκείνων μεγαλορημονηθῆναι, τὸ ἐκείνων ὡς ἀνατρεπόντων. ἕτοιμος δέ εἰμι εἰς τὸ ὑπὸ σοῦ μαστιχθῆναι. 18 καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστιν διὰ παντός. ἀλγῶ ὅτι ὅλως γέγονα ἐν τοῖς ἐπιτιμίαν φέρουσιν, ἐν τοῖς φέρουσιν μάστιγας. ὁ λυπούμενος τὴν "κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν" ἐπ̣ιφέρουσαν ἔχει τὴν ἀλγηδόνα ἐπίπροσθεν ἑαυτοῦ ἀεί. ὥσπερ ὁ ἔχων νεκρὸν καὶ ὀλοφυρόμενος αὐτὸν ὅσον ὁρᾷ αὐτὸν κλαίει, οὕτως ὁ γενόμενος ἐν τοῖς φέρουσιν ἀλγη δόνα ὅσον ὁρᾷ αὐτὰ ὀλοφύρεται καὶ κλαίει καὶ ἐπίπροσθεν ἑαυτοῦ ἔχει διὰ παντὸς τὴν ἀλγηδόνα. φέρε εἰπεῖν, οἷον γέγονέν τις ἐν νόσῳ ἀνιάτῳ· ἐκ τοῦ πόνου ταύτης τῆς νόσου ἔχει ἀλγηδόνα ἐπίπροσθεν. ἐὰν ἰατρός τις ἢ θεοῦ βοήθεια περιγράψῃ τὸ αἴτιον τῆς ἀλγηδόνος νόσημα, εὐθέως ἀποβάλλει τὴν ἀλγηδόνα καὶ λέγει· "ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί". καὶ λέγει ὅτι· "ἤκουσεν κύριος καὶ ἐλέησέν με". καὶ ἵνα σαφέστερον εἴπω· Λάζαρος ὁ ἀδελφὸς τῶν περὶ τὴν Μαρίαν καὶ Μάρθαν τεθνήκει, καὶ ἐν ὅσῳ ἐν τῷ τεθνάναι ἦν, ἐλυποῦντο ἐκεῖναι καὶ εἰς