182
τοσοῦτόν γε ὠλοφύροντο ὡς τοὺς ἐληλυθότας ἐπὶ τῷ παρακαλέσαι κλαίειν μετ' αὐτῶν. ὅτε δὲ εἶπεν· "Λάζαρε, δεῦρο ἔξω", καὶ ἀπεβλήθη τὸ πένθος, οὐκέτι ὠδυνῶντο. ἀμέλει γοῦν καὶ συνπόσια ἐπετελοῦντο χαριστήρια ὅτε εἶπεν, καὶ "Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων". ἐς ὅσον ἔχω τὰ αἴτια τῆς ἀλγηδόνος, διὰ παντὸς αὐτὴν ἐπίπροσθεν ἔχω. ἐὰν οὖν σὺ ἐπακούσας καὶ τὰς μάστιγας συμφερόντως οἷα βοήθημα ἐπίπονον προσαγάγῃς, θεραπευθεὶς οὐκέτι ἀλγῶ. 19 ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ. τοῦτο λέγει· ἀναγγέλλων τὴν ἀνομίαν μου οὐ κρύπτω τὴν ἀλγηδόνα· ἀεὶ γὰρ μνημονεύων καὶ διεξερχόμενος τὴν ὀδύνην ἔχων ὅτι γέγονα ἐν αὐτῇ. καὶ οὐ τοσοῦτόν γε ἀναγγελῶ αὐτὴν ὥστε θελῆσαι εὑρεῖν τὸν θεραπεύοντα αὐτήν. "μεριμνήσω" γ̣οῦν "περὶ τῆς ἁμαρτίας μου". οὐ πᾶς ἁμαρτάνων μεριμνᾷ περὶ τῆς ἁμαρτίας αὐτοῦ. ἥμαρτεν ὁ Κάιν καὶ ἤ κουσεν· "ἥμαρτες; ἡσύχασον". εἰ ἦν ἡσυχάσας, ἐμερίμνα περὶ τῆς ἁμαρτίας αὐτοῦ, πῶς αὐτὴν ἀποβάλῃ καὶ μηκέτι αὐτὴν ἐνεργήσῃ τῷ μηκέτι πεποιωμένος εἶναι κατ' αὐτήν. 19 καὶ μεριμνήσω περὶ τῆς ἁμαρτίας μου. ἐκ παραλλήλου δύναται ὧδε ἡ ἀνομία καὶ ἁμαρτία εἰρῆσθαι. περὶ τούτου δὲ ὁ Ἰωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ γράφει λέγων· "πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία". "μεριμνήσω" οὖν "περὶ τῆς ἀνομίας μου" οὔσης ἁμαρτίας. ἀπαγγελῶ γοῦν αὐτήν, οὐ κρύπτω, οὐ περιμένω ὃ ἔξωθεν ἐλέγξαι, οὐ περιμένω ἵνα ἄλλος μοι εἴπῃ ὅτι· "ἐν ἁμαρτίᾳ καὶ ἀνομίᾳ εἶ". ἐλέγετο ἡμῖν ὅτι· "δίκαιος αὐτοῦ", φησίν, "κατήγορος ἐν πρωτολογίᾳ· ὡς ὅταν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται". καὶ ἐλάβομεν ἐκεῖνο· λε´̣γει· "λέγε σὺ τὰς ἁμαρτίας πρῶτος, ἵνα δικαιωθῇς". μὴ περίμενε τὸν κατήγορον. ἐν πρωτολογίᾳ ἑαυτοῦ κατηγορητέον· ἐα`̣ν̣ γὰρ τοῦτο γένηται, λοιπὸν κατ271 αισχύνεται ἐκεῖνος, ἐπεὶ σὺ ἐμερίμνησας περὶ τῆς ἁμαρτίας σου, πῶς μηκέτι αὐτὴν ἐνεργῇς. 20 οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. διὰ τοῦτό σε βοηθὸν ἐπικαλοῦμαι, διὰ τοῦτο εὐτρεπῆ ἐμαυτὸν πεποίηκα πρὸς τὸ ὑπὸ σοῦ μαστιχθῆναι. ἐπειδὴ οὖν ἐκ τοῦ ἁμαρτάνειν με καὶ ἔχειν ἀνομίαν "ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ"-τρέφονται γὰρ τὴν ἐμὴν κακίαν-, διὰ τοῦτο ἃ αἰτῶ ποίησόν μοι· "μεριμνῶ" γὰρ "περὶ τῆς ἁμαρτίας μου". μάστιξον οὖν με, ἐπίπονα βοηθήματα προσάγαγε, ἵνα ἰαθῶ· τότε γὰρ λοιπὸν ἐκεῖνοι ἀσθενέστεροί μου γίνονται, συντρίβονται ὑπὸ τοὺς πόδας μου· Ἰησοῦς γὰρ μόνος δύναται συντρῖψαι ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν σατανᾶν. καὶ πάλιν· "ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει". ὅσον οὖν οὔπω συντέτριπται οὐδὲ αὐτὸς οὐδὲ οἱ ἀνφ' αὐτόν, ζῶσιν. 20 καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. ὅμως ἔπαινος μέγας ὅτι ἐμισεῖτο οὐ δικαίως. οἷον εἴ τις μισήσειέν τινα ὡς ὑπερήφανον οὐκ ὄντα ὑπερήφανον, ἀλλὰ καὶ πάνυ γε ἄτυφον, ἀδίκως αὐτὸν μισεῖ. ἐμίσησαν τὴν Σωσάνναν οἱ κατ' αὐτῆς ἐπιβάντες πρεσβύτεροι ὅτι οὐκ εἷλον αὐτήν. τοῦτο τὸ μῖσος ἄδικόν ἐστιν. ἐμίσησεν ἡ Αἰγυπτία τὸν Ἰωσήφ. τοῦτο τὸ μῖσος ἄδικόν ἐστιν. 21 ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. οὐκ ἔβλαπτον αὐτούς· οὐδεὶς γὰρ "δικαίως τὸ δίκαιον διώκων" καὶ καταδιώκων τὴν δικαιοσύνην-τὸ "κατεδίωκον" ὧδε οὐ τὸ μισητικῶς διώκειν, τὸ μεταδιώκειν ω σημαίνει. ὡς ἐὰν λέγῃ· "ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν". 21 καὶ ἀπέριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον. ἀγαθὰ ἐγὼ εἰς αὐτοὺς ἐνήργησα καὶ ἔδει ἀντὶ ἀγαθῶν ἀγαθά με λ̣αβεῖν παρ' αὐτῶν. "κακὰ" δὲ "ἀντὶ ἀγαθῶν" μοι παρέσχον ἀναισθητοῦντες οἷ κακῶν εἰσιν, καὶ ποίᾳ διαθέσει ἐγὼ πρὸς αὐτούς εἰμι τοιοῦτος οὐ συνχαίρων τοῖς κακοῖς αὐτῶν, ἀλλὰ ἀγαπῶν αὐτοὺς καὶ ἐκτὸς τῶν κακῶν αὐτοὺς θέλων ποιῆσαι. τὸν ἀγαπητόν με, ὃν ἔδει ἀγαπᾶσθαι, ὡς νεκρὸν ἐβδελυγμένον παραιτήσαντο, ὡς τὸν ὀδωδότα νεκρὸν ἔφυγον ἀπ' ἐμοῦ. εὖ δὲ καὶ τὸ φάναι "τὸν ἀγαπητόν", οὐ "τὸν ἀγαπώμενον"· ἐμισεῖτο γάρ. 22 μὴ