1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

183

ἐνκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. εἰ καὶ αὐτοὶ ἐνκατέλειψάν με ὅτι "κατεδίωκον δικαιοσύνην", ἀλλὰ σὺ μὴ ἐνκαταλίπῃς με, μὴ μακράν μου γένῃ. ἐνκαταλείπει δὲ θεός τινα, ὅταν ἄξιος ᾖ τοῦ παθεῖν τὰ ἐπίπονα. οὐ τοῦτο δὲ λέγω, ὅτι οὕτως πεῖραν λαμβάνει τῶν ἐπιπόνων· οὐ καταλέλειπται, ἀλλ' ὅτε τὰ ἐπίπονα ἔχων ἡττᾶται καὶ καταβάλλεται. τότε οὐκ ἐνκαταλείπεις με, ὅταν μὴ ἀποστῇς ἀπ' ἐμοῦ. ἐκολλήθην σοι, ἓν πνεῦμα πρός σε γέγονα. ὅτε οὕτω διαμένω, ἔχω σε παρόντα. εἰ προσκολληθῇ τις τῷ κυρίῳ, καὶ ὁ κύριος αὐτῷ. "ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου". 23 πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου. ἀφίστασαι ἀπ' ἐμοῦ, ἐὰν ἁμαρτήσω, οὐκ ἐὰν μισῶμαι ἀδί κως οὐδ̣ὲ ἐὰν μεγαλορημονῶσίν τινες ἐπ' ἐμέ. καὶ κύριος καὶ θεὸς τῆς σωτηρίας μου εἶ. σωτηρία δὲ οὐ σαρκῶν ἅπτεται, οὐ περὶ τὰ ἐκτὸς εὑρίσκεται, ἀλλὰ περὶ αὐτὴν τὴν ψυχη´̣ν. αὕτη̣ ἐστὶν ἡ λεγομένη σωτηρία αἰώνιος· "ἐγένετο" γὰρ̣ "πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ"-ὁ Χριστὸς δηλονότι- "σωτηρία αἰώνιος". οὔκ ἐστιν "αἰώνιος σωτηρία" ἡ σαρκῶν, ἡ`̣ν ἰατροὶ προσάγουσιν, ἣν σῴζει κυβερνήτης τοὺς ἐνπλέοντας· μεθ' ὁλίγον γὰρ πάλιν τεθνήξονται οὗτοι. η῾̣ τοῦ θεοῦ δὲ σωτηρία αἰώνιός ἐστιν, αὐτός ἐστιν αὐτῶν ἡ σωτηρία.

1-2 εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν

ἐν γλώσσῃ μου. εἷς τῶν ἱεροψαλτῶν ἐστιν. ἐν τῷ Ἔσδρᾳ κα̣ι`̣ ε᾿̣ν̣ τῷ Ἀπολειπομένῳ μνήμη γίνεται ε῾̣κάστου ὀνόματος τῶν ὑποβαλλόντων. καὶ οὗτος οὖν εἷς ἐστιν αὐτῶν καὶ ἤτοι αὐτὸς πεποίηκεν τὸν ψαλμ̣ὸν εἰς τὸν ∆αυίδ, ἢ γενάμενον παρὰ ∆αυὶδ λαβὼν ἀπήγγειλεν. ἔργον δέ ἐστιν̣ τῶν ἱεροψαλτῶν λέγειν του`̣ς ψαλμοὺς καὶ οὓς αὐτοὶ πεποιήκασιν καὶ οὓς ἄλλοι συνέθηκαν. ᾠδὴ οὖν ἐστιν αὕτη ἐπινίκιος. πλειστάκις̣ ἐνοχλοῦν272 τα ἔχει τὸν ἁμαρτωλόν, ἀλλὰ μετὰ τὸ νικῆσαι καὶ πατῆσαι αὐτὸν καὶ ὑπὸ χεῖρα λαβεῖν ἀναπέμπει τὴν ᾠδήν· οὐδεὶς γὰρ ἔτι ἐν τῷ πολεμεῖν καὶ πολεμεῖσθαι ἐπινίκιον ᾄδει, ἀλλ' ἐν τῷ νενικηκέναι. αὐτίκα γοῦν καὶ Μωυσῆς καὶ πᾶσα ἡ Ἰουδαικὴ πληθὺς οὐχ ὅτε εἶχαν πρὸς τὸν Φαραώ, τὴν ἐπινίκιον εἶπον ᾠδήν, ἀλλ' ὅτε εἶδον αὐτὸν ὑποβρύχιον γεγενημένον· "ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔριψεν εἰς θάλασσαν". ὅτε ἐρίφη ὁ ἵππος καὶ ὁ ἐπιβάτης αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν ὁ θεὸς ἔριψεν εἰς θάλασσαν τὴν ἐρυθράν, τότε ἡ ἐπινίκιος καιρίως ἀνεπέμφθη ᾠδή. καὶ ∆αυὶδ ἐν τῷ δεκάτῳ ἑβδόμῳ ψαλμῷ· "ἐν ἡμέρᾳ, ᾗ ἐρύσατο αὐτὸν ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, τότε εἶπεν· ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου", καὶ τὰ ἄλλα ὅσα περιέχει ἡ ᾠδή. προσευχὴ πρὸ τοῦ πολέμου καὶ ἐν τῷ πολέμῳ, ἐπινίκιος δὲ ὕμνος καὶ ᾠδὴ μετὰ τὴν καθαίρεσιν τοῦ πολέμου, μετὰ τὸ ἁλῶναι τοὺς πολεμίους. "εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου". σχεδὸν πάσης ἁμαρτίας πρακτικῆς ἐκ λόγου ἀρχὴ γίνεται. πρὸς τὸν ἁλόντα νεανίαν ἡ πόρνη ἡ ἐν ταῖς παροιμίαις προσωποποιουμένη ἤτοι γυνὴ οὖσα ἢ δόξα ψευδὴς ἢ ἀπάτη τις ἀπὸ λόγων ἀρξαμένη ἑλεῖν αὐτὸν δεδύνηται. εἴρηται γοῦν· "ἀπεπλάνησεν αὐτὸν πολλῇ ὁμιλίᾳ" ἢ αἱμυλίᾳ. "βρόχοις δὲ τοῖς διὰ χειλέων ἐξώκειλεν αὐτόν". καὶ ὅρα γε, ὅτι ἀρχὴ τῆς ἁμαρτίας γέγονε λόγος. καὶ οἱ πρεσβύτεροι γοῦν οἱ κατὰ Σωσάννης μανέντες λόγον ἐκίνησαν πρὸς αὐτήν. ὅταν τις οὖν μὴ ἁμαρτήσῃ ἐν γλώσσῃ, καλῶς ἀνύει τὰς ὁδούς· εἶπον γὰρ ὅτι ἀρχὴ τῶν ὁδῶν τούτων λόγος ἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν πάντων τῶν καλῶν ἔργων ἀρχὴ λόγος ἐστίν. ἀλλὰ οὐ περὶ ἐκείνων τῶν ὁδῶν τέως λέγει. προσέθηκεν δέ· "τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου". οὐ ταὐτὸν δὲ τὸ ἁμαρτάνειν ἐν γλώττῃ καὶ τὸ λέγειν· "ἡ γλῶττά μου μελετήσει τὴν δικαιοσύνην σου". "ἀρχὴ τῶν λόγων σου ἀλήθεια". ἡ αἰτία τοῦ λέγειν με τοὺς λόγους σου ἡ ἀλήθειά σού ἐστιν. ταύτην φανερώσω ἐὰν γνῶ αὐτήν. ἐπὶ τῶν ἀρετῶν