184
οὖν καὶ τῶν εὖ ἐχο̣υσῶν ὁδῶν ἡ ἀλήθεια ἀρχή ἐστιν, αἰτία. ἐπὶ δὲ τῶν ἀπηγορευμένων ὁδῶν, ἀφ' ὧν δεῖ φυλάττεσθαι, ἀφ' ὧν ἐκκλίνειν προσήκει, λόγος ἀρχή ἐστιν, ὡς ἤδη εἴρηται. 2 ἐθέμην τῷ στόματί μου φυλακήν. μνημονεύει, πῶς εἶπεν "μὴ ἁμαρτάνειν ἐν γλώςσῃ"· "ἐθέμην ἐν τῷ στόματί μου φυλακήν". ἐπεὶ γὰρ "ἐκ τῶν λόγων τις ἑαυτοῦ δικαιοῦται καὶ ἐκ τῶν λόγων αὐτοῦ κατακρίνεται", δεῖ τῷ στόματι περιθεῖναι φυλακήν, ἵν' οὕτω τὰ μὲν εἴπω, τὰ δὲ μή, τὰ ὠφέλιμα λέγωμεν, τὰ βλάπτοντα σιωπῶμεν· οὐδὲ γὰρ ἅμα τις δύναται τοὺς λόγους προφέρειν τοὺς δικαιοῦντας καὶ καταδικάζοντας. τοιοῦτόν τι μετ' αἰνιγμοῦ ἐν ταῖς παροιμίαις εἴρηται· "θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης". "χεὶρ" δὲ "γλώσσης" ὁ λόγος ἐστίν, ἐνέργεια γλώσσης. ὁ λαλῶν τὰ ὠφε̣λοῦντα καὶ εἰς βασιλείαν εἰσάγοντα ζωὴν ἔχει ἐν τῇ γλώσσῃ. ὁ δὲ τὰ ἐναντία καὶ ἀπηγορευμένα, θάν̣ατο̣ν ἔχει ἐν τῷ λόγῳ ἑαυτοῦ "γλῶσσαν" ὀνομαζομένῳ. καὶ ἐν ἄλλῃ γραφῇ λέγει ὅτι· "τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν". ἐσταθμισμένως δεῖ λέγειν, ζυγὸν δεῖ ἔχειν καὶ βάλλειν ἐφ' ἑκάστης τρυτάνης τοὺς λόγους̣. καὶ ἐὰν καταταλαντεύωσιν οἱ ὀρθοὶ λόγοι, ἐκείνους αἱρεῖσθαι καὶ ἀπαγγέλλειν προσήκει, τοὺς δὲ φαύλους ἀποστρέφεσθαι. πάλιν λέγεται· "χείλη σοφῶν δέδεται αἰσθήσει". ὅταν ᾐσθημένως λέγῃ τις, δέδεται τὰ χείλη, οὐ παντὶ λόγῳ αὐτὰ ἀνοίγει, ἀλλὰ τῷ ὠφελ̣οῦν̣τι. "τὰ χείλη μου ἀνοίξω καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴ νεσίν σου". ὁ δεδεμένα τὰ χείλη ἔχων αἰσθήσει αἰσ̣θηθεὶς ὅτι ὠφελοῦντά ἐστιν ἃ με´̣λ̣λει λέγειν, ἤνοιξεν αὐτά. 273 ὅταν δὲ βλάπτωσιν τὰ προφερόμενα, κλείει καὶ δεσμεῖ τὰ χείλη τῇ αἰσθήσει, δεσμεῖ τὸν λόγον. 2-3 ἐν τῷ συνστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. πολλάκις ἐπιφαινόμενος ὁ ἁμαρτωλὸς ἐρεθίζει καὶ ἐκκαλεῖται εἰς τὰ φίλα αὐτῷ. ἄν ποτε οὖν συνστῇ, παρ' ἡμᾶς δὲ γίνεται αὐτὸν τὸ συνστῆναι· εἰ μὴ γὰρ δῶμεν αὐτῷ τόπον, οὐ δύναται συνστῆναι. τὸ συνστῆναι δὲ οὕτως συνστάδην πολεμῆσ̣αι. δεῖ σιωπῆσαι· ἐρεθίζει γὰρ πολλάκις· διὰ τοῦτο γὰρ συνστὰς ὁ ὄφις κατέναντι τῆς Εὕας ἠρέθιζεν αὐτῆς τὸν λόγον καὶ ἔβλαψεν αὐτήν. ἔδει δὲ σιωπῆσαι καὶ αἴσθησιν λαβόντα τῆς ἑαυτοῦ ἀσθενείας ἢ τῆς προλαβούσης ἁμαρτίας μὴ λαλῆσαί τι πρὸς αὐτόν, ἀλλὰ σιγῆσαι ἐξ ἀγαθῶν. τὸ δὲ "σιγᾶν ἐξ ἀγαθῶν" οὐ τοῦτο λέγει "μὴ λέγειν τὰ ἀγαθά", ἀλλ' ἐκ τῶν ἀγαθῶν σιωπὴν ἔχειν νενοημένην. οἷον ἀρετὴν ἀναλαβὼν σώφρονος ἔγνων ὅτι οὐ δεῖ α᾿̣ποκριθῆναι ἐκ τοῦ ἀγαθοῦ, τουτέστιν τῆς σωφροσύνης. ἐσιώπησα πρὸς τὴν συνστάδην φανεῖσαν καὶ ἐρεθίζουσαν εἰς ἁμαρτίαν. εἰ τοίνυν ὁ νεανίας ἐκεῖνος μηδὲν ἦν ἀποκρινόμενος ἀπὸ νοήσεως ὀρθῆς πρὸς τὴν πόρνην, οὐκ "ἀπεπλανᾶτο πολλῇ ὁμιλίᾳ" οὐδὲ "ἡλίσκετο βρόχοις τῶν χειλέων ἑαυτοῦ". ἐσίγησα οὖν ἐπελθόντων μοι τῶν ἀγαθῶν τῶν πειθόντων με μὴ ἀποκρίνασθαι ἐκείνῳ. οὐ λέγ̣ε̣ι· "ε᾿̣σίγησα, ἵνα μὴ λαλῶ τὰ ἀγαθά", ἀλλ' "ἵνα μὴ λαλῶ τὰ ἐρεθίζοντα". γέγονέν μοι δὲ αὕτη ἡ σιωπὴ ἐκ νοη´̣σεως τῶν ἀγαθῶν τῶν κωλυόντων τὴν τοιαύτην ὁμιλίαν. "ἔστιν σιωπῶν εὑρισκόμενος σοφός". ὁ οὕτω σιωπῶν εὑρίςκεται σοφός. καὶ σοφόν γέ ἐστιν τὸ γνῶναι τίνι λαλῆσαι δεῖ καὶ τίνι μὴ καὶ πότε προενεγκεῖν λόγους καὶ πότε μή. "ἔστιν" οὖν "σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν". καὶ οὗτος ἔχει ἠρέμα τινὰ φρόνησιν· γνοὺς γὰρ ὅτι οὐκ ἔχει ἀπόκρισιν, ἡσυχάζει. "καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν". οὗτος τέλειός ἐστιν. 3 καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. τότε τὸ ἄλγημα ἀνακαινίζεται συνστάντος τοῦ ἁμαρτωλοῦ. ἐν ἀναπολήσει γέγονεν ὧν ἔπραξεν, ἐφ' οἷς ἀλγεῖν δεῖ. καὶ ὥςπερ ἀνακαινισμὸν ἔλαβεν τὸ ἄλγημα. ἐνκαινισμὸς δέ ἐστιν τὸ οἰκῆσαι ἐν οἴκῳ πρώτως. ἀνακαινισμὸς οὖν ἐστιν τὸ ἤδη μαρανθὲν καὶ ἡσυχάζον ἀγαγεῖν εἰς τὸ ἀνθεῖν. "τὸ ἄλγημά μου" οὖν "ἀνεκαινίσθη". εἰρηκὼς ὅτι· "ἐφύλαξα τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ