185
μου", ἔγνων ὅτι ἥμαρτον. "ἀνεκαινίσθη" οὖν "τὸ ἄλγημά μου". μακάριον δέ ἐστιν τὸν ἡμαρτηκότα ἐν ἀνακαινισμῷ τοῦ ἀλγήματος γενέσθαι καὶ μὴ τῆς ἡδονῆς· ὁ γὰρ χαίρων ἐφ' οἷς ἔπραξεν καὶ αὖθις αὐτὰ εἰς μέσον φέρων ἀνακαινίζει. ὁ δὲ ἀλγῶν αἰσθηθεὶς ὅτι δεῖ φυλάττειν τὰς ὁδοὺς καὶ μὴ δεῖν ἐν γλώττῃ ἁμαρτάνειν, ἀνακαινίζειν τὸ ἄλγημα κλαίων καὶ λυπούμενος "τὴν κατὰ θεὸν λύπην τὴν μετάνοιαν ἐργαζομένην". ἐν αὐτῷ ὅλως τῷ μεταγιγνώσκειν ἀλγεῖ ὅτι ὅλως γέγονεν ἐν τοιούτοις. 4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. δύναται λέγειν ὁ´̣τ̣ι· ἡ καρδία μου ὥσπερ θέρμην προσέλαβεν καὶ ἐκ τοῦ ἀνακαινισμοῦ τοῦ ἀλγήματος. δύναται δὲ καὶ τοῦτο εἰπεῖν· ἐπεὶ σφοδρῶς καθηψάμην ἐμαυτοῦ καὶ ὀλοφύρομαι καὶ ἀποκλαίομαι τὸ ἄλγημα, "ἐθερμάνθη ἡ καρδία μου", διάπυρος γέγονεν. "ἐν" αὐτῇ γοῦν "τῇ μελέτῃ μου ἐξεκάη πῦρ" ἀναλίσκον καὶ φλουρουντα με· ἦσαν γὰρ χόρτος καὶ ξύλα καὶ τὰ ἄλλα. οὐ μόνον ἐν τῷ τελειοῦσθαι ἔχω τὸ πῦρ τοῦτο τὸ ἀναλωτικὸν τῶν χορτώδων, ἀλλὰ καὶ τῷ μελετᾶν μου τὸ ἄλγημα. εὖ δὲ καὶ τὸ "ἐντός μου". ἐνίων ἡ καρδία θερμαίνεται ὥστε τὴν θέρμην καὶ ἐπὶ τὰ ἔξω χωρῆσαι. οἱ γοῦν̣ γαμοῦντες καὶ πυρούμενοι οὐκ ἔχουσιν ἐντὸς τὴν καρδίαν θερμανθεῖσαν, 274 ἀλλ' ἐπὶ τὰ ἔξω χωρήσασα ἔχει τὸν ἐνπρησμόν. ὥσπερ ἐὰν λέγηται· "ἐταράχθην καὶ οὐκ ἐλάλησα". ὁ σχὼν κατὰ διάνοιαν τάραχόν τινα ἢ ἐν λογισμοῖς καὶ μηδὲν ἐνεργήσας κατὰ τὴν ταραχὴν τῶν λογισμῶν μηδὲ εἰπών, ἔχει τὸ τεταράχθαι καὶ μὴ λελαληκέναι. ὁ τοιοῦτος ἐντὸς ἔχ̣ει τὴν καρδίαν τεθερμανμ̣ένην. 4 καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. τὸ ἐντός μου. καὶ οὕτω καθ' ἕκ̣αστ̣ον ἡμῶν ἄνθρωποι δύο συνεστήκασιν, ὧν ὁ μὲν ἔξω, ὁ δὲ ἔσω. ὅταν τοίνυν ταραχὴ γένηται τῇ ψυχῇ καὶ μὴ ἐπὶ τὸν ἔξω ἄνθρωπον τὴν ταραχὴν μεταγάγῃ, ἀλλὰ τηρήσῃ αὐτὴν ἔνδον ὥστε καταγνῶναι αὐτῆς καὶ ἀποδακρύσασθαι αὐτήν, ἐντὸς ἔχει τὴν καρδίαν θερμανθεῖσαν, οὐχ ἵνα πράξῃ, ἀλλ' ἵνα μὴ πράξῃ. ἐν τῇ ἐμῇ μελέτῃ ἐκκαίεται τὸ πῦρ. ἐν τῇ ἄλλ̣ων φωνῇ καὶ πράξει καὶ διανοίᾳ ἐκκαίεται πῦρ ψαῦον αὐτῶν, πυροῦν αὐτούς. "ἀνεκαύθη ἡ καρδία αὐτῶν ὡς κλίβανος πυρός". ὧδε ἡ μελέτη ὡς πῦρ ἐξεκάη ἔχουσα ὕλην ὑποκειμένην καυστήν. ἡ δὲ μελέτη καὶ ἡ θέρμη τοῦ ἁγίου ἡ δ̣ιάπυρος, ἡ γινομένη ὑπὸ τοῦ ζέοντος πνεύματος. ἐκκαίεται οὖν τὸ πῦρ, ἵν' ἐνεργήσῃ τι, οὐχ ἵνα βλάψῃ καὶ ἀναλώσῃ. "οὐχὶ ἡ καρδία ἡμῶν ἦν καιομένη ἐν τῇ ὁδῷ, ἡνίκα διήνοιγεν ἡμῖν τὰς γραφάς"; ἡ καῦσις αὕτη ἐπαινετή ἐστιν. καὶ ἐπὶ τῶν τεχνητῶν δὲ σκόπει· ἔνια θερμαίνεται, ἵνα μεταρυθμισθῇ καὶ εἰς σκεῦος μεταβῇ, χρυσός, ἄργυρος. ἐὰν δὲ πυρωθῇ ξύλα ἠ`̣ ἄλλο τι, ἡ θέρμη βλαβερά ἐστιν. 4 ἐλάλησα ἐν γλώσσῃ. εἰ καὶ οὐκ ἔασα αὐτὴν ἔξω γενέσθαι, ἀλλ' ἐντός μου μείνασα πύρωσιν ἐκ μελέτης μοι περιεποιήσατο, τῇ δὲ γλώττῃ ἐλάλησα λοιπόν· "γνώρισόν μοι, κύριε, τὸ πέρας μου". ἀπὸ γλώττης τῆς ἐμῆς εἶπον τοῦτο· γλῶσσα γὰρ ἡ κατὰ φύσιν τοῦ ἔχοντος αὕτη ἐστίν· οἷον ὁ σώφρων τὰ σωφροσύνης λαλῶν ἐν γλώττῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ σώφρονος, οὐκ ἐν γλώττῃ τοῦ ἀν θρώπου. καὶ ὁ θηρῶν μὲν τὸ πέρας ἑαυτοῦ μαθεῖν καὶ τῷ θεῷ προσάγων τὴν πεῦσιν, τῇ ἐμῇ γλώττῃ, οὐ τῇ δολίου ἀνθρώπου, ἀλλ' ἐμοῦ τοῦ θέλοντος γνῶναι τὸ πέρας μου ἐν γλώττῃ ἐλάλησα. ὁ λόγος μου οὗτος οὐκ ἐπίπλαστός ἐστιν. ὅταν τις ὑποκριτὴς λέγῃ περὶ σωφροσύνης οὐκ ὢν σώφρων, οὐ τῇ ἑαυτοῦ γλώττῃ λαλεῖ. ὁ δὲ σώφρων ὅτε περὶ σωφροσύνης διεξέρχεται λόγους, τῇ τοῦ σώφρονος γλώττῃ λαλεῖ. οὐδεὶς οὖν ὑποκριτὴς τῇ κατὰ φύσιν γλώττῃ λαλεῖ, ἀλλὰ τῇ ἐπιπλάστῳ. ὁ λύκος ὅτε δορὰν περικείμενος προβάτου πρόσεισιν τῇ Χριστοῦ ποίμνῃ, λαλεῖ οὐ τῇ γλώττῃ τῇ ἑαυτοῦ, ἀλλὰ μιμεῖται τὴν τοῦ προβάτου φωνήν, ἵν' ὡς ὅμοιος ὁμοίοις συντυχὼν βλάψῃ. 5 γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν. θεώρει ὡς μετανοοῦντός ἐστιν πρόσωπον τὸ ταῦτα λέγον. παρέστη μοι φυλάξαι τὰς ὁδούς μου, θεῖναι τῷ