186
στόματί μου φυλακήν. συνστάντος τοῦ ἁμαρτωλοῦ κατεναντίον μου καὶ ἐρεθίζοντος, ἀγαθὰ ἔλαβον ἐν διανοίᾳ τὰ πείσαντά με μὴ λαλῆσαι αὐτῷ. τοῦτο οὖν λέγω· ἐπεὶ πολλῶν ἐμαυτὸν ἐθεώρησα λειπόμενον-μόλις γὰρ ἠρξάμην προκοπῆς̣-, "γνώρισόν μοι, κύριε, τὸ πέρας μου", ἵνα γνῶ, πόσος μοι λείπεται χρόνος τῆς ζωῆς, εἰ αὐτάρκης ἐστὶν π̣ρὸς τὸ τελειωθῆναι καὶ πληρωθῆναι. οὕτω γοῦν καὶ ἄλλος ἔλεγεν· "τὴν ὀλιγότητα τῶν ἡμερῶν ἀπάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμε ρῶν μου". τρόπον τινὰ ἐν τῇ ἡμισείᾳ̣ τῶν ἡμερῶν τῶν ἀπὸ τοῦ ἁγίου φωτὸς γινομένων εἰμί. μή με οὖν ἀναγάγῃς οὕτως. πλήρωσον οὖν τὰς ἡμέρας μου. πληροῖ δὲ ὁ θεὸς τάς τινων ἡμέρας οὐκ αὔξησιν αὐτῶν παρέχων· ὅταν γὰρ λέγῃ ὅτι· "μακρότητι ἡμερῶν ἐνπλήσω αὐτὸν" περὶ τοῦ δικαίου, οὐ τοῦτο λέγομεν ὅτι πολυετῆν αὐτὸν ποιεῖ. εἰσὶν καὶ ἀσεβεῖς πολλὰ ἔτη ζήσαντες. "καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου". δύναται καὶ "τὸν ἀριθμὸν τῶν ἡμερῶν μου" εἰπεῖν ὅτι· πολλά με ἐφώτισας, ἐν ἡμέραις γέγονα· ἕκαστος γὰρ φωτισμὸς ἡμέρα ἐστι´̣ν. τὸν ἀριθμὸν οὖν τῶν φωτισμῶν μου δήλω275 σόν μοι, ἵνα γνῶ, τί μοι λείπει. ὡς εἰ ἔλεγέν τις πόθον λαβὼν τέχνης ἢ ἐπιστήμης, μήπω δὲ τελείαν γνῶσιν ἐσχηκὼς τῆς παιδεύσεως-λέγει· "φανέρωσόν μοι, τίνα ἐστὶν τὰ φωτεινὰ τῆς ἐπιστήμης, ἵνα γνῶ, ποῖα ἔχω καὶ ποῖα λείπομαι". μακάριόν ἐστιν τὸ ἀριθμητὰ ἔχειν πράγματα καὶ ἔργα καὶ νοήματα, τὰ ἄξια τοῦ ἀριθμεῖσθαι. ἀμέλει γοῦν περὶ τῆς πόρνης λέγεται· "ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκας". οὐ τοῦτο λέγει πάντως ὅτι ἄπειροί εἰσιν, ἀλλ' οὐκ ἄξιοι τοῦ ἀριθμεῖσθαι. ἐν οὐδενὶ λόγῳ ἢ ἀριθμῷ κεῖνται. 5 ἵνα γνῶ τί ὑστερῶ ἐγώ. ἐὰν μάθω τὸν ἀριθμὸν τῶν ἡμερῶν μου καὶ τὸ πέρας μου, μέχρι πότε̣ παραγίνεται, γιγνώσκω, ἐν τίσιν ὑστερῶ, τίνα ἐστὶν ἃ οὔπω ἔμαθον. οἱ πόθον οὖν ἐνποιοῦντες ἐπιστή μης ὁλοσχερέσ̣τερον ἅμα τῷ ἄρξασθαι λέγουσιν αὐτοῖς τὰ θεωρήματα τὰ καταληφθέντα αὐτοῖς, ἵνα καὶ γνῶσιν, ὅσων λείπονται, καὶ πόθον λάβωσιν τοῦ κατορθῶσαι καὶ ἀναλαβεῖν. 6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. ἡ προτέρα ἀνάγνωσις ἡ δ̣ημωδεστέρα αὕτη ἐστίν· "παλαιὰς ἔθου τὰς ἡμέρας μου". οὔκ εἰμι νέος ἢ νεοπαγής, οὐ νῦν τοῦ ζῆν ἀρξάμενος, ἀλλὰ "παλαιὰς ἔθου τὰς ἡμέρας μου". καὶ τοῦτο δὲ ῥητέον· ἀεὶ τὸ ἐπερχόμενον παλαιοῖ τὸ φθάσαν. οὕτω γοῦν νόμοι παλαιου῀̣νται. τοῦτο οὖν λέγει· τὰς παλαιὰς ἃς εἶχον ἡμέρας, ὅτε κατὰ τὸν παλαιὸν ἔζων ἄνθρωπον, πεπαλαίωνται, ἀπῆλθαν· τὸν νέον ἐνεδυσάμην. ὁ μέντοι πρόχειρος ἐρεῖ ὅτι· "ἰδοὺ γέρων γέγονα. γνώρισόν μοι τὸ πέρας, πότε ἀποθνῄσκω". "ἰδοὺ παλαιςτὰς ἔθου τὰς ἡμέρας μου". ἐπεὶ ὁμώνυμόν ἐστιν τὸ ὄνομα τὸ "παλαιστής"-σημαίνει δὲ καὶ τὸν α᾿̣θλοῦντα ἐν πάλῃ, δηλοῖ δὲ καὶ μέτρον τι-, ἀμφοτέρως αὐτὸ ἐκλαβεῖν ἔστιν. λέγει ὅτι· "τὰς ἡμέρας μου ἐν πάλῃ κ̣αι`̣ ἀγω̣νίζεσθαι ἔθου"· ἀεὶ γὰρ ἔχομεν τοὺς πολεμοῦντας. καὶ ὁτὲ μὲν πειρασμὸς ἀνθρώπινος λαμβάνει καὶ τὰ ἀνθρώπινα πάθη πολεμεῖ καὶ παλαίει, ποτὲ πονηραὶ δυνάμεις· "οὐκ ἔστιν" γὰρ "ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"-ἡμῖν, ἄλλοις δὲ ναί-, "ἀλλὰ πρὸς ἀρχάς, πρὸς τὰς ἐξουσίας". ἵνα ᾖ τοῦτο, "ἀγῶνας ἔθου τὰς ἡμέρας μου". δύναται δὲ καὶ ἐπὶ μέτρου λεχθῆναι· ὡς πρὸς τὸν αἰῶνα τοῦ αἰῶνος αἱ ἡμέραι ἃς ζῶ, παλαιστοῦ λόγον ἐπέχουσιν. καὶ ὥσπερ πάντα τὰ ἔθνη λέγει πολλὰ ὄντα "σταγόνα ἀπὸ κάδου"-ὡς πρὸς τὸν κάδον τῶν λογικῶν σταγὼν ὅλα τὰ ἔθνη εἰσίν-καὶ "ῥοπὴν ζυγοῦ"-μέχρι τοῦ ῥέψαι καταταλαντεύει τὸ βάρος, οὐχ ὥστε κάτω καθελκύσαι τὴν πλάστινγα-, ὡς πρὸς τὸ μέγεθος τῶν παλαἰώνων καὶ τὴν μακρότητα τῶν ἡμερῶν, ἣν ὑφίσταται ὁ δυνάμενος εὖ διάγειν· "ὁ φιλῶν", λέγει, "τὸν πατέρα καὶ τὴν μητέρα μακροχρόνιος ἔσται". καὶ οὐκ ἤδη κατὰ τὸ ῥητὸν τοῦτο εὑρίσκεται. 6 καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐναντίον σου. τὸ τῆς ὑποστάσεως ὄνομα πολλὰ σημαίνει. ἐπὶ τοῦ παρόντος δὲ δύο σημαινομένων χρεία. λέγεταί ποτε ἡ οὐσία ὑπόστασις· ὡς ὅταν λέγηται ὁ υἱὸς