187
"χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως", τῆς θεοῦ οὐσίας καὶ ὑπάρξεως. λέγεται δὲ ὑπόστασις καὶ ἡ τελεία ὑπομονὴ καθ' ἣν ὑφίσταταί τις τὰ ἐπίπονα. λέγει οὖν ἀμφοτέρως· "ἡ οὐσία τῆς ψυχῆς μου ἐναντίον σου ὡς οὐδέν ἐστιν", ὡς πρὸς σὲ μεγάλην τινὰ οὐσίαν. καὶ ὀφείλουσα εἶναι τελεία κατὰ σὲ τὸν πατέρα, ἠλάττωσα αὐτήν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, λέγει περί τινων· "υἱοὶ Σιὼν οἱ τίμιοι οἱ ἐπηρμένοι χρυσίῳ καὶ ἀργυρίῳ πῶς ἐγενήθησαν εἰς ἀγγεῖα ὀστράκινα"; ἰδοὺ ἠλαττώθη αὐτῶν ἡ οὐσία. νοητῶς δε̣ι῀̣ τ̣ου῀̣τ̣ο λ̣αβεῖν· ὀστράκινα σκεύη γεγένηνται. λοιδορούμενον τὸ χρυσίον ἐλαττοῦται καὶ τῆς τιμῆς ἑαυτοῦ πολὺ ἀπολείπεται. ὁ μὴ συ̣νιεὶς τὴν προσοῦσαν αὐτῷ τιμὴν θεόθεν, "συνπαραβάλλεται τοῖς κτήνεσιν τοῖς ἀνοήτοις", καὶ ἡ ὑπόστασις αὐτοῦ δι' εὐτέλε̣ι̣αν οὐδὲν ἐνομίσθη. ἐπειδὴ δὲ καὶ τὴν ὑπομονὴν σημαίνει, λέγει ὅτι· εἰ καὶ ὑπέμεινα ποθῶν ἰδεῖν τὸ πέρας μου καὶ παρακαλῶ ἵνα γνωρίσῃς μοι τοῦτο, ἀλλ' οὐ῀̣ν γε ἡ ὑπομονή μου αὕτη ἡ οὕτως ὡς πρὸς σὲ βραχεῖά τίς ἐστιν. 6 πλὴν τὰ σύνπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διχῶς τοῦτο γνῶναι δεῖ· τὰ μὲν πάντα τὰ διὰ τὸν ἄνθρωπον ματαιότης ἐστίν, ὡς ἀρτίως ἑρμήνευσεν ὁ ἐκκλησιαστής. πρὸς τὰ ὑπεραναβεβηκότα καὶ τέλεια̣ καὶ τὰ ἀληθῶς αἰώνια ἡ ὑπόστασις ματαία ἐστίν, πλὴν "πᾶς ἄνθρωπος ζῶν". οὕτω οὖν 276 δυνατὸν εἰπεῖν· καὶ ἂν π̣άντα ματαιότης ἐστὶν τὰ ἄλλα παρὰ τὸν ἄνθρωπον, οἷον τὰ θνητὰ ζῷα, τὰ πρόσκαιρα, καὶ ἂν ἄψυχα ὦσιν, ἀλλ' ὁ ἄνθρωπος μόνος ζῶν ἐστιν, ζῶν κατὰ τὴν ζωὴν ἐκείνην ἣν ζῶσιν κατὰ τὸν Ἀβραάμ· "οὐκ ἔστιν" γὰρ "ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων". καὶ ὁ ἄνθρωπος ὁ ζῶν κατὰ τὴν ἀνθρωπίνην καὶ αὐτὸς μάταιός ἐστιν. διαστατέον οὖν οὕτως· τάδε πάντα ματαιότης ἐστίν̣· κἂν γὰρ θνητὰ ὦσιν, τεθνηκότα οὐκέτι εἰσίν. ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν. κἂν ἀποθάνῃ δέ, ἔτι ζῇ. ἢ οὕτως· ζῶν ἄνθρωπος ο῾̣ μὴ ἔξω γινόμενος τῆς ἀνθρωπίνης ζωῆς καὶ αὐτὸς ματαιότης ἐστίν, ἵν' ᾖν οὖν οὕτως· "πλὴν τὰ σύνπαντα ματαιότης καὶ πᾶς ἄνθρωπος ζῶν". ἢ οὕτως· "πλὴν τὰ σύνπαντα ματαιότης, ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν". ἐπερ · ἡ οὐσία; -κἂν ζῇ ὁ ἄνθρωπος ἑτέρως ἢ ὡς ἂν ζήσαιεν θνητός, ὡς πρὸς τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς θείας ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ, τῆς πηγῆς τῆς ζωῆς, οὐθέν ἐστιν. τὰ μικρὰ καὶ τὰ οὐθὲν μικρότερα λεγόμενα τ̣ῶν πρός τί ἐστιν. οὐκ ἔχει δὲ περιωρισμένον ποσὸν τὸ μικρόν· ἀναφορᾷ γὰρ τῇς πρὸς τὸ μεῖζον λέγεται. λέγομεν οὖν μεῖζον ἐνίοτε τὸ παλαιστιαῖον τοῦ δακτυλιαίου. ἀμέλει γοῦν ἔχεις ἐν κατηγορίαις μικρὸν ὄρος καὶ μεγάλην κέγχρον. 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. εἶπον ὅτι περὶ τῶν ἄλλων παρὰ τὸν ἄνθρωπον λέγει, ὅτι "πάντα ματαιότης ἐστίν". μόνος ο῾̣ ἄνθρωπος ζῶν ἐστιν. ἔχει δὲ πλέον τι τῶν ἄλλων. ἀθάνατον ψυχὴν ἔχει. ὅμως εἰ καὶ ζῶν ἐστιν, ἀλλ' οὐκ ἀεὶ ταύτην τὴν κ̣ίνησιν ἔχει· "μέντοιγε", γάρ, φησίν, "ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος". οὐκ εἶπεν εἰ ἐπαινετῇ ἢ ψεκτῇ· ἀλλ' οἵως ἐάν τις διαπορεύηται, οἵως ἐὰν ἐνεργῇ, ἐν εἰκόνι τινί ἐστιν. καὶ γενικώτερον λαμβάνοντι λεκτέον, ὅτι ἢ τῇ τοῦ ἐπουρανίου ἢ τῇ τοῦ χοικοῦ. παρίσταται δὲ ἐκ τῆς τοιαύτης λέξεως ὅτι αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος· εἰ γὰρ ἐκ κατασκευῆς ἦν ἀγαθός, ἐν τῇ τοῦ ἐπουρανίου ἀεὶ ἐπορεύετο, εἰ κατ' οὐσίαν ἦν κακός, ἐν τῇ τοῦ χοικοῦ. δυνατὸν δὲ ταύτας τὰς γενικὰς εἰκόνας εἰς εἴδη διαιρῆσαι. καὶ λέγω ὅτι ὁ μὲν ἐν εἰκόνι ἀλώπεκος, ἄλλος ἐν εἰκόνι λέοντος, καὶ ἵππος θηλυμανής τις γινόμενος ἄλλην φέρων εἰκόνα, καὶ ἕτερος ἐν εἰκόνι περιστερᾶς, πλὴν "ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος". 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται. ἀλλ' οἱ φαῦλοι μάτην ταράσσονται. "πλὴν μάτην ταράσσονται". καὶ λέγει λοιπὸν τὴν ταραχὴν τὴν ματαίαν, ὅτι ἡ περὶ τὰ ἀνθρώπινα σπουδὴ αὕτη ἐστίν. "θησαυρίζει" γοῦν "καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά". 7 θησαυρίζει καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά. ἐν τῷ ἐκκλησιαστῇ φανερῶς ἐλέχθη ὅτι· "οὐκ οἶδεν εἰ σοφὸς ἔσται" ὁ