188
διάδοχος τῶν ὑπαρχόντων αὐτοῦ "ἢ ἄφρων". καὶ πολλάκις ἃ ἐθησαύρισέν τις, καταλιμπάνει. ἐνίοτε δὲ καὶ ἐνιαυτοῦ περιόντος εἰς ἄλλους ἐκεῖνα μεταπίπτει. διὸ οὐ δεῖ σπουδάζειν περὶ τὸ οὕτω θησαυρίζειν· "οὐκ ὠφελήσουσιν" γὰρ "θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου". δικαιοσύνην ἄρα τὴν ῥυομένην ἐκ θανάτου καὶ παντὸς ἄλλου κακοῦ θησαυριστέον. θησαυρίζεται δὲ ἐν οὐρανῷ ὁ πλοῦτος οὗτος. "μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανῷ"· ἐπεὶ γὰρ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ὁ νοῦς ἐστιν "καρδία" ὀνομαζόμενος, ἐν οὐρανῷ θησαυριστέον, ἵν' ἐκεῖ τὸν νοῦν ἔχωμεν, καὶ παραιτητέον ἐν τῇ γῇ θησαυρίζειν, ἵνα μὴ ἐκεῖ τὴν διάνοιαν σχῶμεν. λέγεται περί τινων· "οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν". ὁ ἐν εἰκόνι οὖν διαπορευόμενος ἄνθρωπος θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά· ἄδηλον γάρ ἐστιν αὐτῷ ὅ, τι μετελεύσεται. διὸ ὁ σπουδαῖος ἀκούει θησαυρίζειν ἐν οὐρανοῖς. ἔχει ἀποκείμενον τὸν πλοῦτον ἐν ἔργοις ἀγαθοῖς. τοῦτό τοι καὶ Παῦλος ἐπιστέλλει Τιμοθέῳ· "τοῖς πλουσίοις τοῦ αἰῶνος τούτου παράγγελλε μὴ ὑψηλὰ φρονεῖν ἐπὶ πλούτῳ, ἀλλὰ ἐπὶ τῷ θεῷ τῷ παρέχοντι πάντα". λεκτέον καὶ περὶ ψεκτοῦ πλούτου, οἷον τῆς αἱρεθικῆς γνώμης τῶν δογμάτων τῶν ἀθέων. καὶ ὁ ταῦτα θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά. ἄλλῳ δὲ αὐτὸν καταλιμπάνει· μέχρι γὰρ τῆς παρούσης ζωῆς ἔχει τὴν ἐπαγγελίαν "ἡ ψευδώνυμος 277 γνῶσις"· ἐπιλαμψάσης γὰρ τῆς ἀληθείας λύεται καὶ ἀφανίζεται. ἐπερ · "μέντοιγε ἐν εἰκόνι"; -εἰ καὶ πᾶς ἄνθρωπος ζῶν ἐστιν, ἀλλ' οὐκ ἀπαραβάτως ἐν τῷ ζῆν τῷ ἐπαινετῷ ἐστιν· εἰ γὰρ ἔμενεν ἐν τῇ ἀληθινῇ εἰκόνι τῇ πρώτῃ καθ' ἣν ἐδημιουργήθη, οὐκ ἐταράττετο, οὐ μάτην ἐθησαύριζεν. μέντοιγε, εἰ καὶ γέγονεν ζῶν, ἐν εἰκόνι διαπορεύεται· οὐ πάντως δὲ τῇ πρώτῃ, ἀλλὰ ἁπαξαπλῶς ἐν εἰκόνι· οὐδέποτε γὰρ τὸ λογικὸν ζῷον δύναται ἔξω τοῦ κατὰ λόγον ἐνεργεῖν γενέσθαι. ἐνεργῶν δὲ πάντως ἢ ἐπαινετῶς ἢ ψεκτῶς ἐνεργεῖ, καὶ τάδε τινὰ φρονῶν καὶ πράττων καὶ τάδε τινά. ἐπερ · "πλὴν μάτην ταράσσονται"; -πολλάκις ἤδη ἐλέχθη ἡμῖν ὅτι αἱ μεταβολα̣ὶ οὕτως γινόμεναι ἔχουσίν τινα διαφοράν. τότε ὅταν μὴ ταύτην τὴν εἰκόνα φυλάττωσιν καθ' ἣν γεγόνασιν, πλῆθός εἰσιν οἱ μάτην ταραττόμενοι. ὅτε δὲ τὴν ζωὴν τοῦ ἀνθρώπου σημαίνει, ὅτι "πᾶς ἄνθρωπος ζῶν", καὶ "μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος"-οὐ τῇ αὐτῇ, ἀλλ' ἐπειδὴ διάφοροί εἰσιν αἱ εἰκόνες, καὶ μάλιστα δὲ ψεκταὶ καὶ ὑποβεβηκυῖαι, πολλοί εἰσιν οἱ ταραττόμενοι. 8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; περὶ τῶν ἄλλων ἐλέχθη τὰ εἰρημένα. ἐγὼ δὲ περὶ ἐμαυτοῦ λέγω· "τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος"; μὴ ἄλλον ὑπομένω. καὶ ὥσπερ "γίνεται σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς" τοῖς μετέχουσιν, οὕτω καὶ ὑπομονὴ γίνεται τῷ ὑπομένοντι αὐτὸς ὁ κύριος. 8 καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. περὶ τοῦ κυρίου λέγει ὅτι ὑπομονὴ αὐτοῦ ἐστιν. πρὸς αὐτὸν δὲ τὸν κύριον τὸν ὄντα αὐτοῦ ὑπομονὴν λέγει· "καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν". δύναται ὑπόσ̣τασιν ἐνταῦθα λέγειν τὴν ἰσχὺν καθ' ἣν ὑποστῆναί τις δύναται, ὅτι σοῦ συνεργοῦντος καὶ ὄντος μου ὑπομονῆς ὑφίσταμαι π̣άντα. ἡ δὲ "παρὰ σοῦ ὑπόστασις" ἐπαινετή μοί ἐστιν. δυνατὸν δὲ ὑπόστασιν λέγειν ἀντὶ οὐσίας. καὶ ἡ ὑπόστασίς μου τῆς λογικῆς ψυχῆς, τοῦ λογικοῦ ζῴου παρὰ σοῦ ἐστιν· σὺ γὰρ δέδωκάς μοι ψυχήν, παρὰ σοῦ ἔχω τὴν ψυχὴν οὐκ ἀπὸ σπερμάτων ἀρχομένην, οὐ κατὰ ἔμφασιν συνισταμένην κατὰ τὴν Στρατιωτικὴν αἵρεσιν, ἀλλὰ "παρὰ σοῦ ἐστιν ἡ ὑπόστασίς μου". 9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με. οὐκ ἀπὸ τινῶν, ἀλλὰ "ἀπὸ πασῶν", ἵνα πάσης εἰκόνος ἔξω ψεκτῆς γένωμαι. 9 ὄνειδος ἄφροσιν ἔδωκάς με. ἐξ ἀρχῆς εἴπομεν ὅτι μετανοῦντος καὶ προκόπτοντος πρόσωπον φέρει ὅλος ὁ ψαλμός. φαῦλον πρᾶγμά ἐστιν ὀνειδίζεσθαι ὑπὸ δικαίου, ὑπὸ δὲ ἄφρονος ἐπαινετόν. ὀνειδίζει γοῦν ἐπὶ ἀγαθοῖς ἔργοις καὶ ἐπὶ σπουδῇ ὁ ἄφρων. διὰ τοῦτο καὶ ἐν παροιμίαις ὡς διαφορᾶς