1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

189

οὔσης ὀνειδισμῶν λέγεται· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη"· μὴ γὰρ εἶπεν καθόλου· "μὴ κτήσῃ ὀνείδη", ἀλλὰ "κακῶν ἀνδρῶν". μὴ ἐπὶ φαυλότητι ὀνειδίζου· εἰσὶν γὰρ ὀνειδιζόμενοι ἐπὶ καλοῖς. τοῖς γοῦν γνωρίμοις Ἰησοῦς λέγει· "χαίρετε καὶ ἀγαλλιᾶτε ὅταν ὀνειδίζωσιν ὑμᾶς". οὐ τοῦτον τὸν ὀνειδισμὸν παραιτητέον· ἀγαθὸς γάρ ἐστιν καὶ ξεναγεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τοὺς δὲ τῶν κακῶν ἀνδρῶν ὀνειδισμοὺς φευκτέον. 10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου. τίς ἐστιν ὁ ὀνειδίζων ἄφρων ἢ ἐκεῖνος ὁ ἁμαρτωλὸς ὁ συνστὰς κατεναντίον αὐτοῦ, ὅσον "ἐκωφώθη καὶ οὐκ ἤνοιξεν τὸ στόμα αὐτοῦ"; καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ σημαίνει· "ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου". οὐκ ἀπεκρίθην αὐτῷ πρὸς ἃ ὀνειδίζει. ἔλεγον δὲ τοῦτο πολλάκις ὅτι ἄλλῃ δυνάμει ὁ ἀπόστολος τοῦτο διδάσκει λέγων· "αἱρεθικὸν ἄνθρωπον ἀπὸ μιᾶς νουθεσίας παραιτοῦ". μὴ ἄνοιγε αὐτῷ ὅλως τὸ στόμα. ὅπως δὲ ἂν ἀπολογητικὸν ἔχῃς καὶ σοὶ λόγον περὶ σεαυτοῦ εἰπεῖν ὅτι· "τὸ παρ' ἐμαυτοῦ πεποίηκα", νουθέτησον αὐτόν. ἐὰν τῆς νουθεσίας μὴ ἀνάςχηται ἢ "καὶ δευτέρας"-ἔνια γὰρ τῶν ἀντιγράφων ἔχει "καὶ δευτέρας"-, ἀνάτραπε αὐτὸν "εἰδὼς ὅτι ἁμαρτάνει". τὸν "αὐτοκατάκριτον" οὐ δεῖ νου θετεῖν. 10-11 ὅτι σὺ εἶ ὁ ποιήσας με, ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. μὴ μάστιζέ με· ποίημα γὰρ σοῦ εἰμι. "μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται" ἔχοντα δηλονότι δι' ἃ μαστίζεται. ταῦτα οὖν ἄφες μοι· ἄφεσιν μοι δώρησαι· οὕτω γὰρ οὐκέτι μαστιχθήσομαι. νῦν δ̣ε`̣ ἐ´̣τι υ῾̣πε̣υ´̣θυνος μάστιξίν εἰμι. 278 ἀμέλει γοῦν ὁ τὸν ὕψιστον θέμενος καταφυγὴν ἑαυτοῦ οὐκ ἔχει προσεγγίζοντα κακὰ οὐδὲ μάστιγαν ἐγγίζουσαν τοῦ σκηνώματος αὐτοῦ. ποίησόν με οὖν τοιοῦτον ὥστε μηκέτι ὑπεύθυνον εἶναι μάστιξιν, τὸ κ̣ολαστέον μου ἀπόστησον. ἐπεὶ τοίνυν λέγω ὅτι· "ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με", ὅταν ῥύσῃ με, ου᾿̣κέτι κολαστέος εἰμί. τρόπον οὖν τινα ἐμάστιζεν αὐτὸν καὶ διὰ τοῦ ἄφρονος, καὶ λέγει τοὺς ὀνειδισμοὺς τοῦ ἄφρονος μάστιγας εἶναι. εἰ μὴ ὁ θεὸς παραδῷ, οὐκ ἰσχύει οὐδὲ ἐναντιούμενος τῷ μήπω παραδοθέντι. 11 ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. ἐπίκειταί μοι ἡ ἰσχὺς τῆς χειρός σου ἡ παιδευτική, ἡ πλήττουσα, ἡ πόνοις ὑποβάλλουσα. ἐπεὶ οὖν ἰσχυρὰ γέγονεν ἐπ' ἐμοί, ἐξέλιπον. ἀπέβαλον τὴν προτέραν μου ζωήν, ἀπέλιπον τὴν προτέραν κατάστασιν· οὐ γὰρ ἐξέλιπον ὥστε μηκέτι εἶναι, ὥστε ἀσθενὴς γενέσθαι, ἀλλ' ὥστε ἐκλιπεῖν τὴν κατάστασιν τὴν κολαστέον με παρασκευάζουσαν. "ἐγὼ ἐξέλιπον". ἐγὼ ὁ ταῦτα λέγων, ὁ ἐξομολογούμενος, ὁ λέγων· "ὄνειδος ἄφροσιν ἔδωκάς με", ἐξέλιπον ἔξω γενόμενος τῆς προτέρας μου καταστάσεως. ἔστιν ἐπαινετῶς ἐκλιπεῖν, ἔστιν δὲ καὶ ψεκτῶς. "ἦλθεν δὲ Ἠσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων", ὅτε ἠθέλη̣σ̣εν ἕψημα φαγεῖν. τὸ ὧδε "ἐκλείπων" ἀντὶ τοῦ "ἀσθενήσας" καὶ "ὀρεγόμενος τροφῆς". λέγεται πολλάκις καὶ ἐπαινετῶς. "ἐξέλιπον καὶ ἀπήλθοσαν" ἢ "ἐξέκλιναν" -καὶ οὕτω γὰρ φέρεται-. ἡ ἔκλειψις αὕτη ψεκτή ἐστιν. "ἐξέλιπεν ἡ πίστις ἐκ τοῦ στόματος αὐτῶν". καὶ αὕτη ψεκτή ἐστιν. ἐὰν δὲ ἐκλείψῃ τις ἀπιστίαν καὶ κακίαν, οὔκ ἐστιν ψεκτὴ ἡ ἔκλειψις αὕτη. λέγεται γοῦν· "ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ θεοῦ μου". ὅταν πόθον λάβῃ τῶν αὐλῶν τοῦ κυρίου τῶν "ἐν τῇ οἰκίᾳ τοῦ πατρός", ἐκλείπει καθὸ ψυχή ἐστιν, ἀποβάλλει τὸ ψυχικὸν εἶναι, πνευματικὸς γίνεται. 12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. οὐκ ἐλέγχεις εἰ μὴ ἀνομήσω. ὑπὲρ ἀνομίας ἐλέγχων παιδεύεις ἄνθρωπον. ποιεῖς αὐτὸν γνῶναι ὅτι ἄνθρωπός ἐστιν, ὅτι λογικός ἐστιν, ὅτι κατ' εἰκόνα τοῦ θεοῦ ἐστιν. καὶ οὕτω παιδεύεται ἐλεγχθείς. μακάριόν γέ ἐστιν μὴ ὀργῇ παιδευθῆναι, ἀλλ' ἐν ἐλεγμοῖς· ἐλέγαμεν γάρ· "τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". ὁ ἔλεγχος δὲ οὗτος ἀπόδειξίς ἐστιν καὶ φανέρωσις. οὐ πάνυ τι ἐν τῇ γραφῇ κεῖται ἐπαινετῶς ὁ ἔλεγχος ἢ σπανίως, ἰδοὺ ὡς τό· "τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". οἱ ἐκτὸς δὲ τὴν ἀπόδειξιν ἔλεγχον