191
ὑπάρχων, μάτην ταράττεται κατὰ τὸ ἔνπροσθεν εἰρημένον· "μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται". ὁ μὴ βουλόμενος ταράσσεσθαι, ἀλλὰ ἀταραξίαν ἔχειν, θεὸς γίνεται δεξάμενος τὸν τοῦ θεοῦ λόγον· "ἐκείνους" γὰρ "θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". καὶ οὐ ταράττονται οὗτοι ματαίως, ἀλλὰ καὶ ἐὰν ὀλισθῆναι συμβῇ ἢ προπάθειαν γενέσθαι, λέ γου̣σιν· "ἐταράχθην καὶ οὐκ ἐλάλησα". μέχρι προπαθείας ἵσταται αὐτῶν ἡ ταραχή. ἐπερ · ἀφ' ἑαυτῶν ταράττονται; -ὁτὲ μὲν ἀφ' ἑαυτῶν ταράττονται, ὁτὲ δὲ ἀπό τινων ἀπαντώντων. 13 εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου καὶ τῆς δεήσεώς μου. δοκεῖ ἑτέρα εἶναι ἡ δέησις τῆς προσευχῆς. ἐκεῖνος δέησιν ἀναπέμπει ὁ γνοὺς ἑαυτὸν δεόμενον καὶ ἐνλιπῆ, ἵνα πληρωθῇ. ὁ δὲ προσευχόμενος ἔχει μὲν καὶ τοῦτο τὸ εἶδος, αἰτεῖ δὲ ἐνίοτε καὶ ἀγαθῶν τῶν ὑπεράνω ὕπαρξιν. ὁ αἰτούμενος παρὰ θεοῦ τι λαβεῖν ἤτοι ὃ μὴ ἔχει, αἰτεῖται λαβεῖν ἢ ὃ ἔχει, ἵνα παραμείνῃ αὐτῷ. κυρίως αὕτη προσευχή ἐστιν· αἴτησίς ἐστιν ἀναπεμπομένη μετὰ τοῦ θεολογεῖν τὸν εὐχόμενον τὸν ᾧ τὴν προσευχὴν ἀναπέμπει. ὅταν λέγῃ· "κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν". "προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου. κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ". ἰδοὺ αὕτη προσευχή ἐστιν. ὅταν δε´̣ τινα αἰτῆται μόνα τὰ ὧν λείπεται ἐνδεὴς ὤν, δέησίς ἐστιν ἡ ἀναπεμπομένη ὡσαν̣ε̣ι`̣ εὐχή. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· οἱ σωματικώτερα αἰτούμενοι δέονται οἷον ὑγείαν. πλοῦτον, τὰ ἄλλα. ὡς ἐνδεεῖς 280 ὄντες δ̣ε`̣ π̣ολλάκ̣ις τούτων ἀξιοῦσιν αὐτὰ λαβεῖν. ὁ δὲ τὴν πληρότητα βουλόμενος ἔχειν· "προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου· κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ"· ἰδοὺ αὕτη προσευχή ἐστιν. "κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν". ἐπεὶ καὶ ὡς ἐνλιπὴς αἰτοῦμαί τινα δοθῆναί μοι-ἔτι γὰρ ἀκμὴν ὑπὸ παίδευσίν εἰμι-, εἰσάκουσον τῆς δεήσεώς μου. ἐπειδὴ δὲ μέλλω τ̣υχεῖν ὧν ἐνλιπής εἰμι, πλήρης γενάμενος αἰτῶ μείζονα, αἰτῶ ἐπουράνια καὶ λέγω ὅτι· "πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου"-μὴ ὡς ἐνλιπὴς τοῦτο αἰτεῖται-. "ἐλθάτω ἡ βασιλεία σου". ποίησον αὐτὴν ἐλθεῖν. τότε δὲ ἔρχεται, ὁ´̣τ̣αν κατ' ἐνέργειαν ἡμῶν ὁ θεὸς βασιλεύῃ. 13 ἐνώτισαι τῶν δακρύων μου. θεωρῶν ἐμαυτὸν ἐνλιπῆ δακρύω ποιω῀̣ν ἐκείνην καὶ κατασκευάζων "τὴν λύπην τὴν κατὰ θεὸν εἰς μετάνοιαν εἰς σωτηρίαν ἐργαζομένην" καθ' ἣν λέγω· "λούσω καθ' ἑκάστην νύκταν τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω". ἐπειδὴ δὲ καὶ ὁ ἀπολειπόμενος τῆς τελείας καὶ ἄκρας ἀρετῆς-, πάλιν ὀλοφύρεται λέγων· "οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν", καὶ πάλιν· "ἔθου τὰ δάκρυά μου ἐναντίον σου ὡς ἐν τῇ ἐπαγγελίᾳ σου". θεωρεῖς· "ὡς ἐν τῇ ἐπαγγελίᾳ ἔθου τὰ δάκρυά μου". ποῖα δέ ἐστιν δάκρυα ἢ τὰ τῶν κλαιόντων, ἵνα γελάσωσιν; "μακάριοι" γὰρ "οἱ κλαίοντες νῦν ὅτι γελάσονται". οὗτοι ἔθεντο τὰ δάκρυα ὡς ἐν τῇ ἐπαγγελίᾳ, ἵνα γελάσωσιν, ἵνα πληρωθῶσιν "χαρᾶς ἀνεκλαλήτου καὶ δεδοξασμένης". 13 μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. μὴ παρασιωπήσῃς εὐχομένου μου, δεομένου, κλαίοντος καὶ δάκρυα φέροντος τοιαῦτα, ἃ "οἱ σπείροντες ἐν ἀγαλλιάσει θεριοῦσιν". "μὴ παρασιωπήσῃς" οὖν, ἀλλ' ἐπινεύσας δὸς ἃ ᾐτησάμην· ἡ γὰρ παρασιώπησις ἐνίοτε μελλησμὸν καὶ μακροθυμίαν σημαίνει, ἐνίοτε δὲ καὶ μακροθυμίαν, ὅταν ἐπὶ ἁμαρτήμασιν γίνηται· "ταῦτα ἐποίησας, καὶ ἐσίγησα". ἀντὶ τοῦ "οὐκ ἀνταπέδωκά σοι". εἰ ἤμην κάτοικος, οὐδὲ ἐτόλμων αἰτήσασθαι καὶ προσεύξασθαι. κάτοικοι δέ εἰσιν οἱ ὑπεύθυνοι κακίᾳ καὶ ἀσεβεία. λέγεται γοῦν ἐν Ἰηρεμίᾳ· "ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". οὐκ "ἐπὶ τοὺς παροικοῦντας". καὶ ἐν τῇ ἀποκαλύψει Ἰωάννου τρὶς ἑξῆς λέγεται· "οὐαὶ οὐαὶ οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". εἰ ἤμην