193
ἐπιστημόνως καὶ ὡς ἔδει ὑπέμεινεν, οὐχ ἵνα θήραν ἀπὸ τῶν ἀνθρώπων δέξηται ἢ δόξαν ἢ ἐπαίνους. ὁ οὖν οὕτως ὑπομένων ὡς δεῖ, ὡς ἐὰν λέγω ὅτι· "κατὰ σοφίαν σοφῶς ἐποίησα". ἐλέχθη ἐν τῷ προλαβόντι ψαλμῷ ὁ θεὸς ὑπομονὴ εἶναι τοῦ δικαίου· "καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος"; ὁ ἀπὸ ταύτης τῆς ὑπομονῆς τλητικῶς φέρων τὰ προσπίπτοντα ἐπίπονα ἐρεῖ· "ὑπομένων ὑπέμεινα τὸν κύριον". σὺν διαθέσει ὑπομονητικῇ καὶ τὰ ἐπίπονα ἤνεγκα· πολλοὶ γάρ, ὡς εἶπον, τὰ ἐπίπονα φέρουσιν διά τι. ἐστὶν οὖν̣ ὁ θεὸς ὑπομονὴ τοῦ ἁγίου. καὶ ἐν Ἰηρεμίᾳ γοῦν λέγεται· "θρόνος δόξης ὑψούμενος ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραήλ, κύριε τοῦ Ἰσραήλ". ὁ τοίνυν κατὰ ταύτην τὴν ὑπομονὴν πεποιωμένος καὶ παρονομαζόμενος ἀπ' αὐτῆς ἐρεῖ· "ὑπομένων ὑπέμεινα τὸν κύριον". ὡς δοῦλος λαλεῖ. ὁ δουλεύων τῷ θεῷ "κύριον" αὐτὸν δι' αὐτῶν τῶν πράξεων καὶ τῶν φρονημάτων καὶ τῶν λόγων ὁμολογεῖ. οὗτος "ἐν πνεύματι ἁγίῳ κύριον Ἰησοῦν" λέγει· οὐδὲ γὰρ πᾶς ὁ ὀνομάζων τὸν Ἰησοῦν κύριον ἐν πνεύματι τοῦτο ποιεῖ. καὶ ὑποκριταὶ γοῦν τοῦτο ποιοῦσιν. "πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε κύριε". καὶ τί λέγει αὐτοῖς; "οὐδέποτε ὑμᾶς ἔγνων". οὐδέποτε ἔγνων δουλεύσαντάς μοι. καὶ πάλιν· "τί με λέγετε κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; ὁ τοίνυν οὕτω κύριον Ἰησοῦν καλῶν τῷ τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ ποιεῖν τοῦ οὐρανίου, ε᾿̣κεῖνος "ἐν πνεύματι ἁγίῳ" κύριον αὐτὸν καλεῖ. δούλου οὖν ἐστιν ἡ φωνή. 2 καὶ εἰσήκουσεν τῆς δεήσεώς μου. ἐνλιπὴς ὢν̣ ᾐτ̣ου´̣μ̣ην τινά, καὶ προσχὼν ὁ θεὸς τῇ δεήσει μου πεπλήρωκεν ταῦτα. ἐπεί περ "ὑπομένων ὑπέμεινα ····· ·χ̣··κ̣··ν̣· τη`̣ν ἐντολὴν περὶ ἧς ὁ σωτὴρ 282 ἔλεγεν· "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται". καταπαύ σαντος δέ ἐστιν τὸ "ὑπέμεινα". ἐπερ · καὶ ποῖον εἶχεν ὁ κύριος πρόσωπον; - μὴ γὰρ ἐξ ἀνάγκης εἰρήκαμεν. ἐὰν οὖν ἐκ προσώπου τοῦ σωτῆρος λαμβάνῃς-μέχρι γὰρ προπαθείας γέγονεν, οὐ γέγονεν ἐν πάθεσιν. "ἤρξατο" γοῦν Ἰησοῦς "θαμβεῖσθαι καὶ ἀδημονεῖν". μέχρι ἀρχῆς γέγονεν αὐτῷ τὰ τοιαῦτα. προπάθεια̣ν οὐ λέγομεν ἐν ἀτρέπτῳ γίνεσθαι· οὐ λέγομεν γάρ τινα ἄλλον ἄτρεπτον παρὰ τὴν τριάδα. ἐπεὶ τοίνυν ἡ ψυχή, ἣν ἀνέλαβεν Ἰησοῦς, ἄλλη ἐστὶν παρὰ τὴν τριάδα, πέφυκεν δέχεσθαι προπάθειαν καὶ ἀρχὴν τοῦ θαμβεῖσθαι καὶ ἀδημονεῖν. καὶ λ̣έγω̣ ἀποστολικόν· "ἀντὶ τῆς προκειμένης χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας". εἰ μὴ γέγονεν ἀλύσ̣κων ἐν προπαθείᾳ, οὐκ ἦν ἀνδραγάθημα οὐδὲ ἆθλον. ἐπερ · τὸ "προσέσχεν μοι"; -ἀντὶ τοῦ "ἐπένευσεν". 3 καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. ἐὰν ἕκαστος τῶν ἁγίων τοῦτο λέγῃ, "λάκκον ταλαιπωρίας" τὸν περὶ γῆν τόπον λέγει· λάκκος γάρ ἐστιν, ὅπου συνστρέφεται τὰ ὕδατα τὰ ὑψόθεν πίπτοντα. πολλαχοῦ οὖν τῶν θείων γραφῶν καὶ ὁ περὶ γῆν τόπος καὶ ὁ ᾅδης τῷ ὀνόματι τούτῳ σημαίνεται· ὅταν γὰρ ἐν τῷ εἰκοστῷ ἐνάτῳ ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον λέγηται· "ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον". οὐδὲ γὰρ καταβαίνω ἐγὼ ε̣ἰς̣ λ̣άκ̣κον. ἄλλων ἕνεκα ἐκεῖ γέγονα. οὐκ ἄλλος με κατεβίβασεν. ἔτι δὲ ἐναργέστερον τοῦτο φαίνεται ἐκ τοῦ· "προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος". οὔκ εἰμι τω῀̣ν ἀγομένων εἰς τὸν λάκκον, ἀλλὰ "προσελογίσθην". ἐκείνοις ἐμαυτὸν προσελόγισα. "ἐγενόμην" οὖν "ὡς ἄνθρωπος ἀβοήθητος". οὐκ ἀβοήθητος ὢν γέγονεν ὡς ἀβοήθητος· ὅτε γὰρ ἦλθον ἐπὶ τῷ συνλαβεῖν αὐτὸν οἱ Ἰουδαῖοι, εἰ μὴ ἑαυτὸν ἐκδεδώκειν, οὐκ ἠδύναντο αὐτὸν λαβεῖν. εἰ "ἐν νεκροῖς ἐλεύθερός" ἐστιν, οὔκ ἐστιν τῶν κατὰ φύσιν εἰς τὸν ᾅδην γινομένων διὰ προαίρεσιν καὶ πρᾶξιν, ἀλλ' ἑαυτὸν εἰς τοῦτο προσελογίσατο. "ἀνήγαγέν με" οὖν "ἐκ λάκκου ταλαιπωρίας". ὁ ὑπωπιάσας τὸ σῶμα ἑαυτοῦ καὶ δουλαγωγήσας καὶ ἐπὶ γῆς περιπατῶν ἔτι ἐν οὐρανοῖς κτησάμενος τὸ πολίτευμα, ἐκεῖνος ἀνήχθη ἀπὸ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. καὶ νῦν μὲν δυνάμει