194
ἀνήχθη ἀπὸ τοῦ κόσμου καὶ τῆς ὕλης καὶ τοῦ πηλοῦ, ἀφ' οὗ πέπλασται τὸ σῶμα πήλινον. "καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς". καὶ ἔτι ὁ Ἰὼβ λέγει· "μνήσθητι ὅτι πηλόν με ἔπλασας". ταῦτα δὲ λέξει καὶ Ἰησοῦς κατὰ τὸν ἄνθρωπον· γέγονα εἰς τὸν λάκκον τῆς ταλαιπωρίας, συνελογίσθην, ἵνα αὐτοὺς τῆς ταλαιπωρίας ἐλευθερώσω καὶ ἀπὸ πηλοῦ ὕλεως· δι' αὐτοὺς γὰρ εἰς τὸν πηλὸν τῆς ὕλεως γέγονα. ὅταν τοίνυν τὸ σῶμα τοῦτο τὸ φθαρτὸν εἰς ἄφθαρτον μεταβάλῃ, οὐκέτι ὁ περικείμενος αὐτὸ ὑπὸ πηλοῦ κατέχεται καὶ ταλαιπωρίας, ἀλλ' ἐρύσθη ἀπὸ τούτων. 3 καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. καὶ περὶ τοῦ καθόλου δικαίου τοῦτο λεγέσθω. "πέτραν" δὲ ἐν τούτοις ἀκουστέον τὸν ἀρραγῆ καὶ ἀδ̣ιαίρετον τ̣οῦ θεοῦ λόγον, ὃν οὐδεμία ζάλη ἢ τρικυμία κινεῖ. πολλαχοῦ οὖν τῶν ἱερῶν λόγων μνήμη πέτρας γίνεται οὐκ ἐπὶ αἰσθήσεως δυναμένη λημφθῆναι· ὅταν γὰρ λέγῃ ὁ ἅγιος εὐχαριστητικῶς πρὸς τὸν θεόν· "ἐν πέτρᾳ ὕψωσέν με", οὐ τοῦτο λέγει ὅτι· "ἐν τῇ αἰσθητῇ πέτρᾳ μετεωρίσας με ἔθηκεν", ἀλλ' ἐπὶ τὸν ἀρραγῆ καὶ ἀδιαίρετον λόγον. ἑρμήνευσεν δὲ ταύτην τὴν πέτραν ὁ Παῦλος καὶ εἶπεν τίς ἐστιν, ὅτι ὁ Χριστός· "ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός". καὶ πάλιν ὁ αὐτὸς οὗτος ὑμνῳδὸς μεθ' ἕτερα λέγει· "κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν". οἱ τῶν Αἰγυπτίων πλησιάσαντες τῇ πέτρᾳ τὸ οὐδὲν ὤφθησαν. καὶ ὥσπερ "ἡ ῥάβδος ἡ Ἀρὼν κατέπιεν τὰς ῥάβδους" τῶν ἐπαοιδῶν τῶν Αἰγυπτίων̣, τουτέστιν ἐνίκησεν αὐτούς. ὅταν οὖν λέγῃ· "κατεπόθη ὁ θάνατος", "κατεπόθη Ἰσραήλ". ὅταν οὖν ἐνγίσωσιν τῇ πέτ̣ρᾳ οἱ δοκοῦντες εἰ῀̣ναι κραταιοί, σοφισταί, ἐριστικοί τινες ἢ καὶ πνεύματα πονηρά, καταπίνονται, τὸ οὐδὲν ἀποδείκ̣νυντα̣ι̣. ἐπὶ τα̣ύτην οὖν τὴν 283 πέτραν, τὸν Χριστόν, ᾗ πλησιάσαντες οἱ ἐγγίζοντες κραταιοὶ τῶν Αἰγυπτίων καταπίνονται, ἵστανται οἱ τοῦ εὐεργετουμένου πόδες ἐκ τοῦ κλονεῖσθαι καὶ τρικυμίας ὑφίστασθαι καὶ πολεμίους ἔχειν. ἡ ὑπομονὴ γίνεται. οὐκ ἀεὶ δὲ αὐτὰ πάσχει ὅταν ἐν τῷ λάκκῳ τῆς ταλαιπωρίας ἐστίν, ὅτε ἐν τῷ πηλῷ τῆς ὕλεως, ἡ ὑπομονὴ γίνεται. οὐκ ἀεὶ δὲ αὐτὰ πάσχει. ὅταν δὲ τούτων ἐκτὸς γένηται τέλος τῆς ὑπομονῆς λαβούσης, ἵστανται λοιπὸν οἱ πόδες τοῦ εὐεργετηθέντος ἐπὶ τὴν εἰρημένην πέτραν. 3 καὶ κατηύθυνεν τὰ διαβήματά μου. καὶ ὅρα γε ὅτι πόρρω τῆς ἱστορίας ἡμᾶς ὁ λόγος ἀπάγει. οὐδεὶς ἑστηκὼς διαβαίνει, οὐδεὶς διαβαίνων ἕστηκεν̣. ὅταν τις τοίνυν κατὰ Χριστὸν βεβαιωθῇ ὥστ' ἀνειπεῖν· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ"; τὰς δ̣ιαβάσ̣εις ἔχει κατευθυνομένας· σπεύδει γὰρ ἀεὶ ἐπὶ τὰ ὑπέρτερα, ἐπὶ τὰ οὐράνια κατευθύνοντος τοῦ θεοῦ τὰ διαβήματα τοῦ τρέχοντος· "οὐ" γὰρ "τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". 4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. "εἰς τὸ στόμα" τοῦ ἔσω ἀνθρώπου, τουτέστιν εἰς τὸν λόγον μου. "ᾆσμα καινόν"· πολλάκις ἡμῖν ···τα περὶ καινοῦ, πῶς λέγεται. τὸ ἀδιάδοχον ἀεὶ καινόν ἐστιν, τὸ δὲ διαδεχθὲν παλαιόν. καὶ διὰ πλειόνων παραδειγμάτων πολλάκις ἀποδέδεικται. 4 ὕμνον τῷ θεῷ ἡμῶν. ὁ τῷ ὄντι ἀναχθεὶς ἀπὸ τῶν προειρημένων περιστατικῶν τοῦ τε λάκκου τῆς ταλαιπωρίας καὶ τοῦ πηλοῦ τῆς ὕλεως ἀδιάδοχον νίκην ἔσχεν. ·······της ἀδιαδόχου τὸ ἐπινίκιον καινόν ἐστιν. τί δέ ἐστιν τοῦτο τὸ ᾆσμα καινόν, ἑρμηνεύει· "ὕμνος" ἐστὶν "τῷ θεῷ ἡμῶν". ὅταν τὸν θεὸν ὑμνῶμεν, ὅταν διάλημψιν αὐτοῦ λάβωμεν, ὡς ἐφικτόν ἐστιν, ἐν τέλει γινόμενοι καινὸν̣ ᾆσμα ᾄδομεν· τὸ γὰρ ἐν τῷ τέλει ἀδιάδοχόν ἐστιν. διὸ καὶ ὁ ὕμνος ὁ ἐν αὐτῷ εὐχαριστητικῶς ἀναπεμπόμενος τῷ θεῷ ᾆσμα καινόν ἐστιν. 4 ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. "ὄψονται πολλοὶ" ἀναχθέντα με ἀπὸ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ στάσιν τῶν ποδῶν εἰληφότα ἐν τῇ πέτρᾳ καὶ κατευθυνόμενα τὰ διαβήματά μου καὶ ᾄδοντά με καὶ ὑμνοῦντα, "καὶ φοβηθήσονται" ὥστε καὶ αὐτοὶ ἐλθεῖν εἰς τὴν τοιαύτην ἀγωγήν, "καὶ ἐλπιοῦσιν"