195
ὥστε καὶ αὐτοὶ τυχεῖν τούτων τῶν ἤδη ἐμοὶ ὑπαρξάντων. 5 μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ. ὁ ∆αυὶδ ἔσχεν ποτὲ μονομάχιον πρὸς τὸν Γολιὰ καὶ οὐκ ἤλπισεν οὐκ ἐπ' ἀσπίδι. ὁρᾷς ὅτι τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ γέγονεν. λέγεται δὲ πρὸς τῷ κυρίως σημαινομένῳ τῆς ἐλπίδος-οὐδὲν δὲ ἕτερόν ἐστιν ἐλπὶς ἢ ἀγαθῶν προσδοκία-πολλάκις καὶ τὰ ἤδη ὑπαρξαντά τινες ἐλπίδια ἑαυτῶν λέγουσιν. οἱ πλούσιοι γοῦν λέγουσιν "τὸ ἐλπίδιόν μου" οὐ τὸ προσδοκώμενον, ἀλλὰ τὸ ἤδη παρόν. καὶ τὸ ὄνομα οὖν τοῦ κυρίου ἤδη ἐλπίδα ὑπάρξασαν ἡγοῦνται οἱ ἤδη αὐτὸ ἔχοντες. 5 καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. ὁ ἐπιβλέψας ἐπὶ τὸν κύριον οὐκ ἐπιβλέπει ἐπὶ ματαιότητας καὶ μανίας ψευδεῖς. οὐκ ἐπιβλέπει ἐπὶ παντε̣υ̣χίαν, οὐκ ἐπὶ μέγεθος σώματος, οὐκ ἐπὶ στρατιωτικῇ χειρί, οὐκ ἐπ' ἄλλῳ τινὶ τῶν δυναμένων ἀποτυγχάνεσθαι. "μανίαι" δὲ λέγονται "ψευδεῖς" αἱ μαντεῖαι. εἰσὶν δὲ καὶ μανίαι οὐ ψευδεῖς· οἷον οἱ θεολημπτούμενοι, οἱ χριστολημπτούμενοι θεοφοροῦνται, καὶ οὔκ εἰσιν αὗται αἱ μανίαι ψευδεῖς, ἀλλὰ ἀληθεῖς, ἀντὶ τοῦ "ἡ κατακωχή"· εἰ μὴ γὰρ ἦσαν καὶ ἀληθεῖς μανίαι, οὐκ ἂν ἔλεγεν· "ὁ μὴ ἐπὶ μανίας ψευδεῖς ἐσχηκὼς τὴν ἐλπίδα". οἱ κατὰ Φρύγαν, πῶς ταῦτα λέγεται οὐκ ἠγνοηκότες, καθ' ἓν σημαινόμενον κα̣ὶ τὴν μανίαν καὶ τ̣ὴν ἔκστασιν λαβόντες τοὺς πνευματοφόρους ἄνδρας λέγουσιν ἐν ἐκστάσει λελαληκέναι, πεπροφητευκέναι. καὶ ἀληθεύουσιν μὲν ὅτι κατ' ἔκστασιν, οὐ μέντοι τὴν παραφοράν, οὐ τὴν παραφροσύνη̣ν. ἐὰν γοῦν λέγῃ Παῦλος· "εἴτε ἐξέστημεν, θεῷ", οὐ μανίαν λέγει, ἀλλὰ τὸ ἐκστῆναι τῶν ἀνθρωπίνων καὶ ····· 284 ····· ········ δεδωκότα. λέγεται δὲ τὸ ῥῆμα τοῦτο καὶ ἐπὶ θαυμασμοῦ· "καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ ∆αυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ". θαυμασμὸν ὧδε σημαίνει. 6 πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. πειραθεὶς τῶν εἰρημένων εὐποιιῶν ἐπεὶ μὴ μόνων τούτων τῶν α᾿̣γα̣θῶν ἀπήλαυσεν, ἀλλ' , ἵν' οὕτως εἴπω, μητρόθεν εἰς ταῦτα ἤχθη-καὶ αὐτὴ οὖν ἡ χρίσις αὐτοῦ παιδίου ὄντος παραδόξως γέγον̣εν, καὶ λέγει ὅτι· "πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου". πολλὰ καὶ μεγάλα ἐστίν, "καὶ τοῖς διαλογισμοῖς σου", καθ' οὓς ποιεῖς τὰ θαυμάσια, "οὐδεὶς ὁμοιωθήσεται". οὐδεὶς δυνήσεται τοιαῦτα θαυμάσια ποιῆσαι, οὐδεὶς δυνήσεται ἐξαγαγεῖν τινα ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ στῆσαι τοὺς πόδας αὐτοῦ ἐπὶ πέτραν καὶ κατευθῦναι τὰ διαβήματα αὐτοῦ καὶ τὰ ἄλλα. τὸ "οὐκ ἔστιν τίς ὁμοιωθήσεται" ἐὰν πρὸς τὸν πατέρα λέγηται, οὐ περὶ τοῦ υἱοῦ λέγει· οὐδεὶς γὰρ τῶν γενητ̣ῶν ὁμοιωθήσεται. ὁ δὲ υἱὸς οὐχ ὁμοιωθήσεται· ἀίδιος γάρ ἐστιν, εἰκὼν καὶ χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως. οὔκ ἐστιν τῶν ἐπὶ μέλλοντι ἔχων τὸ ὁμοιωθῆναι· ὅμοιος γάρ ἐστιν. ἐπερ · τὸ "τοῖς διαλογισμοῖς"; -διαλογισμοὶ κυρίως λέγονται οἱ λογισμοὶ οἱ περὶ τῶν καθέκαστα. ὥσπερ ὁμιλία ἐστὶν ψυχῆς τὸ διαλογίζεσθαι καὶ οὐκ ἔστιν ἐν προφορᾷ ἅμα πο̣λλὰ εἰπε̣ῖν, οὕτω καὶ οἱ λογισμοὶ οἱ τῶν καθέκαστα διαλογισμοὶ λέγονται. παραδέδοται τόπος ἐπιχειρηματικὸς ἐρωτῶν, εἰ ταὐτόν ἐστιν τὸ ἐπίστασθαι τῷ διανοεῖσθαι, καὶ εἴρηται, ὅτι οὐ ταὐτόν ἐστιν· πολλὰ μὲν γὰρ ἔστ̣ιν ἄφ̣ν̣ω ἐπίστασθαι, πολλὰ δὲ διανοεῖσθαι οὐχί, ὥστε οὐ ταὐτὸν τὸ ἐπίστασθαι τῷ διανοεῖσθαι. δύναται καὶ ὅλου̣ γένους λαβεῖν ἔννοιαν καὶ ὅλου εἴδους. ἐπιστῆσαι δὲ τοῖς καθέκαστα, ἕκαστον καθ' ἑαυτὸ διανοηθῆναι ἅμα οὐ δύναται. ἐπερ · ἵνα τὸ διανοηθῆναι ἐπὶ τῆς αἰσθήσεως; -ἀλλ' ἐπὶ τῶν καθέκαστα διανοητῶν. ὡς οὐκ ἔστιν ἅμα πολλὰ εἰπεῖν, πολλὰ δὲ εἰδέναι, λόγος δέ τις τῆς ψυχῆς ἐστιν ἡ διάνοια, οὐ δυνατὸν ἅμα πολλὰ διανοεῖσθαι. ὁ θεὸς οὖν διαλογισμοὺς τοιούτους ἔχει ὥστε ἅμα πάντα εἰδέναι, ὅμως δὲ ἑτέρως ἢ ὡς οἱ ἄνθρωποι· καὶ γὰρ ἐν Ἰσαίᾳ εἶπεν ὅτι· "ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτω διανοήματα ὑμῶν ἀπὸ