1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

196

τῆς διανοίας μου". τὴν ὑπεροχὴν τῆς ἑαυτοῦ διανοίας ἠθέλησεν ἐξ αἰσθητικοῦ παραδείγματος δεῖξαι· οὐ γὰρ τοπικῶς ἀφέστηκεν ἡ αὐτοῦ διάνοια τῆς διανοίας τῶν ἀνθρώπων, ἀλλὰ μεγέθει ὑπεροχῆς. 6 καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεται. οὐδεὶς τοῖς διαλογισμοῖς τοῦ θεοῦ ὁμοιοῦται. ὡς εἰ ἔλεγες· "οὐδεὶς τῇ δημιουργίᾳ τοῦ θεοῦ ὁμοιωθήσεται". κἂν γὰρ ὦσιν δημιουργοὶ παρὰ ἀνθρώποις, ἀλλὰ οὐ τὴν ὑποκειμένην ὕλην κατασκευάζουσιν τῶν γινομένων. οἷον ὁ τέκτων ἐὰν ποιῇ κλίνην ἢ θρόνον οὐχὶ καὶ τὸ ξύλον ποιεῖ ἐν τῇ τέχνῃ. τὸ τέλος μόνον ἐπιτίθη̣σιν̣ τῇ π̣ρολαβούσῃ ὕλ̣ῃ. ὁ δὲ θεὸς οὐχ εὑρὼν ὕλην τὸ εἶδος αὐτῇ ἐπιτίθησιν, ἀλλὰ συνυφίστησιν αὐτὴν τῷ εἴδει. 6 ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. οἶδας ὅτι ἐὰν μή τι νοήσωμεν ὡς δεῖ καὶ θελήσωμεν αὐτὸ ἄλλῳ ἀπαγγεῖλαι, πῶς ποτε λέγομεν οὕτω καὶ οὕτω, ὅταν ἐπιστώμεθα ὅτι οὐ περιεδραξάμεθα οὗ ἠθελήσαμεν εἰπεῖν. καὶ οὗτος οὖν λέγει· "ἀπήγγειλα καὶ ἐλάλησα". ἐπεὶ τῶν διαλογισμῶν σου οὐδεὶς ὅμοιός ἐστιν, "ἀπήγγειλα καὶ ἐλάλησα". δύναται δὲ καὶ οὕτω λαβεῖν· "ἀπήγγειλα" κατὰ τὴν διάθεσιν, κατὰ τὴν νόησιν, καὶ "ἐλάλησα" αἰσθητῶς κατὰ τὴν προφοράν· πρῶτον γὰρ δεῖ νοη῀̣σαι, εἶθ' οὕτως εἰπεῖν. ἐπερ · "ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν"; -οἱ διαλογισμοί, οἷς οὐδεὶς ὁμοιοῦται. 7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. λοιπὸν λέγει· "ἀνήγαγές με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, κατηύθυνας τὰ διαβήματά μου". ὅσον ἐπὶ τοῖς χριστηρίοις τούτοις λόγοις καὶ ταῖς ἔτι μ̣ε̣ι´̣ζ̣οσιν ε̣ὐεργεσίαις ἔδει θῦσαι καὶ ὁλοκαυτῶσαι τῷ θεῷ. ἀλλ' οὐκ ἠθέλησας τὰ αἰσθητὰ 285 ὁλοκαυτώματα, τὰς θυσίας τὰς σωματικὰς τὰς ἐκ σφαγῆς ζῴων καὶ τῶν ἄλλων, τὰ σκιώδη. 7 σῶμα κατηρτίσω μοι. ἀντὶ τούτων. ἑρμήνευσεν οὖν ὁ ἀπόστολος, ὅτι τοῦτο τὸ σῶμα ἡ λογικὴ καὶ ἀναίμακτός ἐστιν θυσία. ὅταν οὖν μείζων τις εὑρεθῇ θυσία, τότε τὰς προτέρας οὐκέτι θέλει· οὔκ εἰσιν αὐτῷ θεληταί. μὴ ταραττέτω σε τὸ τῶν ∆ιμοιριτῶν· λέγουσιν γάρ· "ὁρᾷς ὅτι σῶμα"; -μὴ γὰρ ὁ λέγων ὅτι· "σῶμά μοι κατηρτίσω", τοῦτο λέγει ὅτι "μόνον"· καὶ γὰρ ὁ τέλειον ἄνθρωπον ἔχων ἔχει σῶμα, ἀλλ' οὐ μόνον. μονοπρόσωπον δὲ εἶπον ἐξ ἀρχῆς τὸν ψαλμόν· ἀπὸ γὰρ τῆς ἀρχῆς ἕως τοῦ τέλους τὸ αὐτὸ λέγον πρόσωπον εἰσῆκτα̣ι. ὥσπερ οὖν ἐνταῦθα εἶπεν· "σῶμα δὲ κατηρτίσω μοι", καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ· "οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν". ἰδοὺ καὶ ψυχὴν ἔχει, ἰδοὺ καὶ σῶμα. ἐπειδὴ δὲ περὶ αἰσθητῶν θυσιῶν διαδεχθεισῶν ὑπὸ τοῦ πνεύματος ὁ λόγος ἐστ̣ίν, εἶπεν τὴν διαδεχομένην θυσίαν. οὐχ ἡ ψυχὴ δέ ἐστιν ἡ κατὰ τοῦτο τὸ σημαινόμενον θυσία γενομένη, ἀλλὰ τὸ σῶμα. εὖ δὲ καὶ τὸ οὐκ "ἐξηρτίσω", ἀλλὰ αὐτὸς αὐτὸ "κατηρτίσω", "πνεύματος ἁγίου ἐπελθόντος" ἐν τῇ Μαρίᾳ "καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτῇ". διὰ τοῦτο οὐκ ἠθέλησας οὐκέτι ἐκείνας τὰς θυσίας καὶ προσφοράς, ἐπεὶ "σῶμά μοι κατηρτίσω" τὸ μέλλον θυθῆναι ὑπὲρ πάντων. καὶ τοῦτο δύναται λέγεσθαι· διὰ τοῦτο θυσίαν καὶ προσφορὰν̣ οὐκ ἠθέλησας, ἐπεὶ κατηρτίσω ἡμῖν σῶμα, ὅπερ ἱερουργεῖν καὶ θύειν σοι δυνάμεθα· "παρακαλῶ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν, παραστῆσαι τὰ σώματα λογικὴν θυσίαν". ἐν ἄλλοις κεῖται· "ὠτία δὲ κατηρτίσω μοι". ὁ εἷς μὲν οὖν ἑρμηνεύων τοῦτο λέγει ὅτι· ἐπεὶ αἰσθητὴν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, "ὠτία μοι κατηρτίσω", δ̣ι' ὧν ἀκούω τὰ περὶ τῶν δηλουμένων ὑπὸ τῶν αἰσθητῶν, οἷον τῆς νοητῆς θυσίας τῆς αἰνέσεως· "θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως". εἰς ἀκρόασίν με λοιπὸν καλεῖς, οὐκέτι αἰσθητὰ ἱερουργούμενα ζητεῖς, ἵν' ᾖ τὸ λεγ̣όμενον ὅμοιον τῷ· "ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα". ὁ ἄμουσος ἄνθρωπος οὐκ ἔχει ὠτίον πρὸς τὸ ἀκοῦσαι μουσικῶν λόγων. καὶ ἄλλος δὲ εἶπεν τῶν ἑρμηνευτῶν· "ὠτία δέ μοι ἔσκαψας", ἐπεὶ τη`̣ν ἀμ̣βλύτητα αὐτῶν περιεῖλες, τὸ ἐμποδίζον τῇ ἀκοῇ περιεῖλες. ἐπερ · ἐπὶ τοῦ Ἰησοῦ πῶς λαμβάνομεν; -εἶπον ὅτι αἱ