1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

197

ἀλληγορίαι οὐκ ἐξομαλίζονται πρὸς τὰς ἱστορίας. καὶ πολλάκις τὸ τοῦ Ἀβραὰμ καὶ τῶν δύο γυναικῶν παρ̣είληφα. εἶπόν σοι ὅτι οὔκ ἐστιν ἄτρεπτος οὐσία ἡ ψυχὴ τοῦ Ἰησοῦ. ὁμοούσιός ἐστιν ταῖς ἄλλαις καὶ πᾶν ὃ ἔχει καλόν, παρὰ τοῦ θεοῦ λόγου ἔχει αὐτό. ἐπεὶ τοίνυν ἔχει καὶ τὸ ἀκούειν καλῶς, παρὰ τοῦ σωτῆρος ἔχει αὐτό. τῷ χ̣ρ̣ω̣μένῳ αὐτῇ ναῷ ὑπῆρκται. 7 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. οὐδὲ ἐζήτησας οὐδὲ εὐδόκησας ἔτι τὰ τῆς σκιᾶς. "τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμί. ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν οὐ βούλομαι". 8 τότε εἶπον· ἰδοὺ ἥκω. τότε ἐγὼ ᾧ σῶμα κατηρτίσω, εἶπον· "ἰδοὺ ἥκω", ἀντὶ τοῦ· ἐπεὶ σκοπὸς τῆς ἐπιδημίας αὐτοῦ οὗτός ἐστιν τὸ τὴν σκιὰν τέλος ἀπολαβεῖν, τὸ μηκέτι θυσίας καὶ ὁλοκαυτώμ̣α̣τα προσάγεσθαι, ἥκω ἐγώ, ἵνα πληρώσω τὴν θυσίαν ὁλοκαύτωμα γενησόμενος. 8 ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. κεφαλὴ βιβλίου λέγεται "πᾶσα ἡ θεόπνευστος γραφή"· τὸ γὰρ κεφάλαιον τῆς γραφῆς ἡ περὶ Χριστοῦ ἐστιν πολιτεία. κατὰ δεύτερ̣ον̣ λόγον καὶ περὶ ἄλ̣λων λεγέσθω· εἰ μὴ γὰρ ἤμελλεν ἡ ἐπιδημία γίνεσθαι, οὐκ ἂν αἱ παλαιαὶ γραφαὶ π̣ρο̣ανεφώνουν τὸ εὐαγγέλιον. ἐπερ · ἐπὶ τῆς πεντατεύχου τοῦτο ἐγράφη; -πᾶσαν γρ̣αφὴν λέγει βιβλίον εἶναι, οὗ ἐστιν̣ κεφαλὶς τὸ τέλος δι' ὃ αἱ γραφαὶ δέδονται, ἡ σωτηρία, ἡ ἐπιδημία. ἐπερ · ἡ γένεσις οὖν τ̣οῦ κόσμου διὰ τοῦτο προιστορήθη; - ἵνα δεξιώσῃ τὴν γένεσιν τοῦ κόσμου ἐπὶ τῶν ἀνθρώπων, κα̣ὶ μετὰ ταύτ̣η̣ν τὴν γένεσιν τῶν ἀνθρώπων, 286 ἵνα χώραν λάβῃ ἡ ἐπιδημία. "ἀμνός" ἐστιν "τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". τὸ λεχθῆναι ὅτι ὁ Ἀδὰμ παρέβη "διὰ παρακοῆς" καὶ ὁ σωτὴρ "δι' ὑπακοῆς" δεδικαίωται, οὐ τὴν ἀναφορὰν ποιεῖται περὶ τοῦ σωτῆρος, ὅς ἐστιν τύπος τοῦ μέλλοντος, ἐπεὶ αὐτὸς ὁ Ἀδὰμ "τύπος τοῦ μέλλοντός ἐστιν"; "τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν". ὅτι δὲ οὐ πάντως, εἰ πεν λέγεται βιβλίον, ἐπὶ τῆς αἰσθήσεως δεῖ λαβεῖν αὐτό, ὁ Ἰεζεκιὴλ ἀκούει ὑπὸ τοῦ θεοῦ· "χάνον τὸ στόμα σου", καὶ ὁρᾷ ἐπὶ τῆς θεοῦ χειρὸς βιβλίον, καὶ λέγει ὅτι· "λάβε αὐτὸ καὶ φάγε, καὶ πλησθήσεται ἡ κοιλία σου". "καὶ ἔφαγον", φησίν, "καὶ ἐγένετο γλυκασμὸς ἐν τῇ κοιλίᾳ μου". καὶ λέγει· "τοῦτο τὸ βιβλίον γέγραπται ἔσωθεν καὶ ἔξωθεν". κατὰ τὰ πνευματικὰ καὶ νοητὰ ἔσω γέγραπται, κατὰ τὰ αἰσθητὰ καὶ προφανῆ ἔξω. πλὴν ὁ σοφὸς ἀμφότερα κατεσθίει καὶ εὑρίσκει συμφωνίαν τῶν τε συμβόλ̣ων καὶ τῶν πρωτοτύπων. καὶ ἐν Ἰσαίᾳ πάλιν λέγει· "καὶ ἔσται τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· λάβε, ἀνάγνωθι. λέγει· οὐ δύναμαι, ἐσφράγισται γάρ". ὁ δὲ ἀγράμματος λέγει· "οὐκ ἐπίσταμαι γράμματα". αἰτοῦντες ἐκεῖνος διέφερεν εἰ ἐσφράγιστο ἢ οὐκ ἐσφράγιστ̣ο. καὶ λαμβάνομεν πάλιν τὴν θεόπνευστον γραφήν, τὸν δὲ ἐπιστάμενον γράμματα καὶ μὴ δυνα´̣μενον ἀναγνῶναι διὰ τὰς ἐπικειμένας σφραγῖδας τὸν ἐκ περιτομῆς λαόν, τὸν δὲ μὴ ἐπιστάμενον γράμματα τὸν ἀπὸ τῶν ἐθνῶν. 9 τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἠβουλήθην. διὰ τοῦτο "εἶπον· ἰδοὺ ἥκω", ἐπεὶ τὸ θέλημα ἠβουλήθην σου ποιῆσαι μετὰ τὸ μὴ θελῆσαί σε θυσίαν καὶ προσφοράν. οἱ ψευδοδοξοῦντες περὶ τὸν Χριστὸν λέγουσιν ὅτι διάφορα θελήματά εἰσιν· καὶ γὰρ ἐνταῦθα λέγει· "ἥκω, βούλομαι ποιῆσαι τὸ θέλημά σου", ἐν τῷ εὐαγγελίῳ· "καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω ἀνθρώπινον θέλημα, ἀλλὰ τὸ τοῦ πέμψαντός με". διὰ τοὺς λέγοντας οὖν ὅτι δύο θελήματα, ἐροῦμεν ὅτι· τὰ διάφορα θελήματα γίνονται ἤτοι κατὰ τὸ μᾶλλον καὶ ἧττον ἢ κατ' ἐναντιότητα. ὁ προκόπτων ἐν ἀρετῇ θέλει δ̣ικαιοσύνην καὶ ὁ τελειωθείς, καὶ οὔκ ἐστιν τὸ τοῦ τελείου θέλημα ταὐτὸν τῷ προκόπτοντος ἢ εἰσαγομένου. γι´̣νε̣ται δὲ ἢ πληθὺς ἢ δυὰς τῶν θελημάτων κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, γίνεται δὲ καὶ κατ' ἐναντιότητα, ὅταν̣ ο῾̣ μέν τις ἀγαθὰ αἱρῆται, ὁ δὲ κακά, ὁ δὲ θέλῃ σωθῆναι, ὁ δὲ ἁμαρτεῖν. τὸ τοίνυν