198
τοιοῦτον θέλημα τῷ υἱῷ προσάψαι τὸ κ̣αὶ ἐναντιότητα ἔχον, ἐσχάτη ἐστὶν ἀσέβεια. εἶτα δὲ καὶ τὸ πρὸς τοὺς Μανιχαίους ποιοῦμαι. ποιητέον πρὸς τούτους· τὸ θέλημα τοῦ σωτῆρος εὑρίσκεται ἀγαθὸν ὄν· λέγει γὰρ καταβεβηκέναι ἀπὸ τοῦ οὐρανοῦ "ἵνα ποιῶ τὸ θέλημα τοῦ θεοῦ". τὸ δὲ ποιεῖν τὸ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν. καὶ πάλιν· "ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός". καὶ πάλιν· "ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι". εἰ τοῦτο τοῦ υἱοῦ τὸ θέλημα, θέλει πάντα τὰ ἐπωφελῆ ····· ····· ··εομυχη. ἐναντίον δὲ ὂν αὐτῷ τὸ θέλημα τοῦ πατρός, σοὶ καταλιμπάνω τὸ ἀκόλουθον σκοπεῖν. εἰ δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν θελήμασιν ἐν διαθέσει εὑρίσκεται, ἔσται καὶ ὁ πατὴρ ἔχων διάθεσιν καὶ ὁ υἱός, τουτέστιν ποιότητα, καὶ οὐκέτι ἀσώματος ὁ πατήρ, οὔκ ἐστιν ἁπλη῀̣ οὐσί α, οὔκ ἐστιν ἀσύνθετος. οὐδὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ῥητέον οὐδὲ κατ' ἐναντιότητα· τὸ γὰρ τοῦ υἱοῦ θέλημα α᾿̣ποδείκνυται ὅτι ἀγαθόν ἐστιν. οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν ὅμως λέγει τοῦτο θέλημα αὐτοῦ εἶν̣αι τὸ τελειῶσαι τὸ θ̣έλ̣ημα τοῦ πατρός. οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν. οὐδὲ ἐναντίον ἐστὶν οὐδὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον. περὶ ἄρα τοῦ ἀνθρώπου δεῖ ἐκλαβεῖν ταῦτα. 9 καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. ἐστὶν τροφὴ πνευματικὴ χωροῦσα εἰς τὴν κοιλίαν τοῦ ἔσ̣ω ἀνθρώπου. πνευματικὴ δὲ τροφή, παντί που δῆλον, ὁ νό287 μος· οὐδὲ γὰρ αἰσθητή ἐστιν τροφή. αὕτη δὲ ἡ κοιλία πολλάκις ἐπαινεῖται, καὶ ἐν τῷ· "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν". καὶ ὥσπ̣ερ αὕτη ἡ κοιλία ἐν γαστρὶ λαμβάνει ἀπὸ θείου πνεύματος-τοῦτο δέ ἐστιν ὁ τοῦ θεοῦ φόβος-, οὕτω καὶ θείαν τροφὴν δέχετ̣αι εἰς ἑαυτήν. μηκέτι θέλοντός σου θυσίαν ἢ προσφορὰν ἢ ὁλοκαυτώματα τὸν πνευματικὸν νόμον τροφὴν ἔσχον. 10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ. "μεγάλη ἐκκλησία" ἐστὶν ἡ ἐκ τῶν καθέκαςτα μεγάλων συνκειμένη, περὶ ὧν ὁ Παῦλος· "σοφίαν ἐν τοῖς τελείοις λαλοῦμεν", ὡς τὸ τούτων ἄρα ἄθροισμα "ἐκκλησία μεγάλη" ἐστίν. δικαιοσύνην οὐ τὴν κατὰ νόμον, περὶ ἧς λέγει ὁ ἀπόστολος· "κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην γενάμενος ἄμεμπτος". ταύτην οὖν τὴν δικαιοσύνην εὐηγγελισάμην τῇ μεγάλῃ ἐκκλησίᾳ· εἰ γὰρ τὸ γράμμα καὶ τὴν σκιάν, οὐ μεγάλοις εὐηγγελίζετο, ἀλλὰ νηπίοις. ἐπερ · ποίαν δικαιοσύνην; -περὶ ἡ῀̣ς ὁ σωτὴρ ἔλεγεν· "ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων", μη`̣ κ̣α̣τ̣α`̣ τὴν σκιὰν αὕτη ἐστίν; ἡ ὑμῶν οὖν-τῶν μαθητῶν-, ὁ σωτὴρ λέγει, περισσευσάτω ἡ δικαιοσύνη πλείω τῆς ἐκείνων. καὶ λέγει, ὅτι σὺν ἀγνοίᾳ ἦν ἡ ἐκείνων. διὰ τοῦτο μὴ ἀγνοήσωμεν τὴν τοῦ θεοῦ δικαιοσύνην, ἀλλ' εὐαγγελισώμεθα αὐτήν. 10 ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. χείλη ὧδε τὸν λόγον λ̣έγει. πολλάκις ὅταν ἐπὶ μικρῶν καὶ ἀτελῶν ἀνθρώπων καλέσῃ λόγος εἰπεῖν τι, κωλύομεν ἑαυτῶν τὰ χείλη, οὐκ̣ ἔχομεν αὐτὰ ἀπολελυμένα, ἀλλὰ συνκαταβαίνομεν, ἐπικρύπτομεν, παροιμιωδῶς λέγομεν, καὶ κωλυ´̣εται ἡμῶν τὰ χείλη. ὅταν δὲ τελείοις καὶ μεγάλῃ ἐκκλησίᾳ, ἐπεὶ οὐ κωλύει ἑαυτοῦ τὰ χ̣είλη, ἐπεὶ οὐδὲν ἐνποδίζει ἐκείνοις εἰπεῖν. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ὡς τό· "καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός". οὐδέποτε κωλύει ἑαυτοῦ τὰ χείλη ἀεὶ τοὺς τοῦ θεοῦ λόγους προφέρων̣. τὸ δὲ "ἀεὶ" οὕτω ἄκουε· ὡς δεῖ καὶ ὡς προσῆκόν ἐστιν τοῦτο ποιεῖν· κἂν γὰρ σιωπᾷ, ἐν τῇ διανοίᾳ λαλεῖ, κ̣αὶ καθεύδων, ὅταν ὡς δίκαιος καθεύδῃ, μετὰ λόγου τοῦτο ποιεῖ. καὶ διὰ τῆς σιωπῆς μνᾶταί τι ἀγαθόν. 10- 11 κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου. ἐπεὶ πολλὰ τὸ δὴ λεγόμενον ἐμαρτύρησεν ἑαυτῷ-τὸ γὰρ "εὐαγγελίσασθαι δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ" μέγα ἐστὶν καί, ἵν' οὕτως εἴπω, ὑπὲρ ἄνθρωπον-, λέγει τῷ θεῷ· "σὺ ἔγνως τὴν δικαιοσύνην μου". ταύτη̣ν, ἣν ἀπαγγέλλω, ἔχω καὶ πεποίωμαι κατ' αὐτήν. εἰ δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγοιτο ὁ ψαλμός, ὅτι· ἐπεὶ οὐκ ἔγνω ἁμαρτίαν, ἀλλὰ ἡ ἁμαρτία ἣν γέγονεν, δικαιοσύνης ἐστὶν ποιητ̣ική. δύνα̣ται δὲ καὶ τοῦτο· κἂν ἀγνοοῦντές τινες