1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

199

βλάσφημα περὶ ἐμοῦ λέγουσιν, ἀλλὰ σὺ ἐπίστασαι τὴν δικαιοσύνην μου. ὡς καὶ ἡ Σωσ̣α´̣ννα εἶπεν· "σὺ ἐπίστασαι ὅτι ψευδῆ μου καταμαρτυροῦσιν". 11 οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου. ὁ γνοὺς τὴν τοῦ θεοῦ δικαιοσύνην οὐ κρύπτει τὴν σύνζυγον αὐτῇ ἀλήθειαν ἐν τῇ καρδίᾳ. σύνζυγος τῇ δικαιοσύνῃ ἡ ἀλήθεια ὀνομάζεται ὅταν λέγῃ· "ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν". τὸν σωτῆρα λέγει δικαιοσύνην ἐκ τοῦ οὐραν̣οῦ διακεκ̣υφυῖαν· λέγει γάρ· "ἔκλινεν τὸν οὐρανὸν καὶ κατέβη". "ἀνέτειλεν" δὲ "ἐκ τῆς γῆς" λαβούσης τέλος τῆς ἐπιδημίας. δύναται δὲ καὶ οὕτω λαβεῖν· ὅταν ἐκ τῆς γῆς, τῆς ψυ χῆς ἐκείνης τῆς ἀγαθῆς καὶ καλῆς ἀνατείλῃ τῆς ἀκουσάσης 288 τὸν λόγον κα̣ὶ καρποφορησάσης. διακύπτει οὖν ἐκ τοῦ οὐρανοῦ ἡ δικαιοσύνη. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν". οἱ ἀναγιγνώσκοντες τὰς ἱστορίας εὑρίσκουσιν, ὅτι ἀπὸ ἀδικημάτων οἱ πόλεμοι καὶ ταραχαὶ ἐνίστανται. ἡ δὲ ἀλήθεια ἔχει ἔλεον θεοῦ· εἰ μὴ ἐλεήσῃ γὰρ θεός, οὐ δ̣ύναταί τις γνῶναι τὴν ἀλήθειαν, ὅση καὶ οἵα ἐστίν. διὰ τοῦτο οὖν "ἔλεος καὶ ἀλήθειαν συνήντησαν". δυνατὸν δὲ καὶ τ̣ὸ ἔλεος, οἷον ὁ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν ἐλεήμων ἐστὶν τοῦ πλησίον καὶ αὐτὸς τὸν ἴσον ἔλεον παρ' αὐτοῦ ἀπα̣ιτῶν· καὶ γὰρ ἡ ἀλήθεια φανεροῦται. ὥσπερ οὖν ἡ δικαιοσύνη ἡγεῖται τῆς εἰρήνης, οὕτω καὶ ὁ ἔλεος τῆς ἀληθείας. πλὴν ἀμφότερα ἓν καὶ ταὐτόν ἐστιν. ἐὰν οὖν ἐπαισχυνθῇ τὸν Ἰησοῦν καὶ τοὺς λόγους αὐτοῦ, τὴν ἀλήθειαν αὐτοῦ ἐπαισχύνεται. 11 καὶ τὸ σωτήριόν μου εἶπα. ἡ ὁμολογία τῆς ἀληθείας σωτήριόν μού ἐστιν. ε̣ἰ δ̣ὲ κ̣αὶ τὸν Χριστὸν λέγει τὴν ἀλήθειαν, αὐτὸν πάλιν λέγει τὸ σωτήριον, καὶ τὸ σωτήριόν μου ἐλάλησα καὶ τὴν ἀλήθειάν σου ἐφανέρωσα. τὸ σωτήριον ὄντα τὸν Χριστὸν ὃν φανερῶ, λαλῶ. 11 οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀ πὸ συναγωγῆς πολλῆς. εἴπομεν ὅτι συνέζευκται τῇ ἀληθείᾳ τὸ ἔλεος. "συναγωγὴν" δὲ "πολλὴν" λέγει τὴν ἀπὸ ἐθνῶν πιστεύσασαν, τὴν ἀπὸ πάντων τῶν ἐθνῶν συνκροτηθεῖσαν. καὶ ὁ σοφὸς τοῦτο λ̣έγει καὶ ὁ Ἰησοῦς κατὰ τὸν ἄνθρωπον. 12 σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ. οἰκτιρμοῖς τοῖς σοῖς εἰς τὸ ἀμέμπτως καὶ ὡς δεῖ λέγειν ἐλήλυθα. μὴ μακρύνῃς οὖν αὐτούς, ἵν' ἐπιμείνω̣ τοιου῀̣τος. "ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα". ἐὰν μακρυνθῶσιν οἱ οἰκτιρμοί, γίνεται πτωχεία. φυλάττεται ἐκεῖνος, ἀφ' οὗ οὐκ ἐμακρύνθησαν, πλούσιος· πλούσιος δὲ ἐν τῷ ε̣ἰληφέναι τὴν ἀλήθειαν̣ καὶ τὸ ἔλεος. 12 τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. οἰκτίροντός σου ἐμὲ ἀντελάβοντό μου τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου. "μὴ μακρύνῃς" οὐ῀̣ν̣ "τοὺς οἰκτιρμούς σου", ἵνα μείνῃ οὕτως α᾿̣ν̣τιλαμβανομένη ἡ ἀλήθειά σου καὶ τὸ σύνζυγον αὐτῇ ἔλεος. 13 ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός. διὰ τοῦτο "μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ", ὅτι κακὰ πολλὰ περιέσχον με οὐχ ὑποβαλλόμενα ἀριθμῷ ἤτοι διὰ τὸ πλῆθος-ἐὰν τὰ ἐπίπονα σημαίνηται, διὰ τὸ πλῆθος οὐκ ἔχουσιν ἀριθμόν. ἐὰν δὲ τὰ ἄλλα κακά, τὰ πρακτὰ περὶ ὧν εἴρηται· "ἐν γέλωτι ἄφρων πράττει κακά", οὔκ εἰσιν ἐν λόγῳ τινὶ ἢ ἀριθμῷ· οὐ γὰρ τῶν ὄντων εἰσίν, ἐπινοήματά εἰσιν ἀνθρώπων, π̣αραβάσεις̣ εἰσὶν θείων νόμων. τὸ διττὸν οὖν τῶν κακῶν λάμβανε σημαινόμενον. 13 κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. δυνατὸν δὲ καὶ οὕτω λαβεῖν· "ὅτι περιέσχον με κακὰ" οὐχ ὑποπίπτοντα ἀριθμῷ-ὡς εἴρηται νῦν, δύο τρόπους-, διὰ τοῦτο· "αἱ γὰρ ἀνομίαι μου κατέλαβόν με". ἀπὸ ἄλλης δὲ ἀρχῆς αὐτὸ ἀναγνωστέον, συναπτομένου τοῦ· "ὅτι περιέςχον με κακά"· "σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ", "ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός". ἀμφοτέρων οὖν ἡγείσθω· "τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου". ὧδε οὖν τοῦτο λέγει· ἀνομίας λέγει τὰς ἑ´̣ξε̣ων ε᾿̣νε̣ργητικ̣ὰς καὶ ὑποβαλλούσας