1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

200

τὰς ἀνομίας δυνάμεις. "κατέλαβόν με" οὖν "αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν"· βλαπτικαὶ γάρ εἰσιν τῶν ὄψεων τοῦ νοῦ, ἀβλεψίαν παρέχουσιν τῷ ὄμματι τοῦ ἔσω ἀνθρώπου. ἐπεὶ οὖν κατέλαβόν με, οὐ δύναμαι βλέπειν. καὶ αὐτὰς δὲ τὰς ἕξεις δυνατὸν λαβεῖν. ἡ προτέρα δὲ ἐξήγησις ἔλαβεν τὰς ἐνεργούσας δυνάμεις. καὶ αὐταὶ κατέ289 λαβόν με, διώκουσαι ὑποχείριόν με ἔλαβον, καὶ διὰ τοῦτο οὐ δύναμαι ὁρᾶν· βλαπτικαὶ γὰρ τῶν ὄψεών εἰσιν αἱ ἀνομίαι τοῦ ἔσω ἀνθρώπου. 13 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐνκατέλιπέν με. ἐὰν θέλῃς αὐτὰς τὰς ἁμαρτίας, καταλαμβάνουσιν, ὅταν τις ὑποπέσῃ αὐταῖς καὶ ἁμαρτήσῃ· τοῦτο γὰρ παθὼν βλάπτεται τὸ διανοητικὸν τῆς ψυχῆς. ἐὰν δὲ καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, ὁμωνύμως καλοῦνται π̣ο̣λλάκις τῷ ὀνόματι τῆς ἕξεως. "καὶ ἡ καρδία μου ἐνκατέλιπέν με". ἐπεὶ αἱ ἀνομίαι αἱ καταλαβοῦσαί με καὶ ἀφελόμεναι τὸ βλέπειν μου "ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου ἐπληθύνθησαν", "ἐνκατέλειψέν με ἡ καρδία μου", οὐκε´̣τ̣ι ἔχω τὴν ἀνθρώπου καρδίαν τὴν σοφοῦ· ἡ τοῦ γὰρ λέγοντος ταῦτα καρδία σαρκίνη ἐστίν. ὅταν οὖν ἐνκαταλείψῃ τιν̣ὰ η῾̣ σ̣αρκίνη καρδία, λιθίνη γίνεται. 14 εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με. ἐπεὶ κατέλαβον αἱ ἀνομίαι καὶ βλέπειν οὐ δυ´̣ναμαι καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, "εὐδόκησον τοῦ ῥύσασθαί με", ἵνα μὴ μείνῃ ἡ καρδία ἐνκαταλελειμμένη. ἐὰν δὲ περὶ τῶν τριχῶν ταύτης τῆς κεφαλῆς ᾐ῀̣ν ὁ λό γος, ὑπερβολικῶς εἴρηκεν ε̣····· · ἐὰν γένωνται ἀνομίαι, οὐ δύνανται ὑπερβαλεῖν τὸ πλῆθος τω῀̣ν τριχῶν τῆς κεφαλῆς. ὑπερβολικῶς οὖν εἴρηται. ἐὰν δὲ μή, τοῦτο λέγει· αἱ γὰρ τρίχες τῆς κεφαλῆς μου, τουτε´̣στιν τὰ ἀναίσθη̣τα κ̣ινήματα τὰ μὴ τῷ ὄντι πρέποντα νῷ, τρίχες εἰσίν· τῶν γὰρ ἐν ἡμῖν ἀναισθήτων καὶ αἱ τρίχες εἰσὶν αἱ ἁπτ̣όμεναι. του῀̣τ̣ο̣ οὖν λέγει· καταλαβουσῶν τῶν ἀνομιῶν μου καὶ βλέπειν μη̣κέτι δυναμε´̣νου, ἐπληθύν̣θησαν αἱ τρίχες τῆς κεφαλῆς μου, τὰ ἀναισθήτως διανοούμενα, τὰ ἀνοήτως ἐνθυμούμεν̣α. διὰ τοῦτο ἡ καρδία μου, αὐτὸς ὁ νοῦς, ἐνκατέλιπέν με. οὐκέτι ἐμὸς νοῦς ἐστιν ὑποσυρεὶς ε̣ἰς ἁμαρτίαν. 14 κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. αἰτῶ σε γὰρ εὐδοκῆσαι τοῦ ῥύσασθαι οὐκ ἄλλου χάριν ἢ ἵνα π̣ρόσχῃς τῷ βοηθῆσαί μοι. βοηθεῖς δέ μοι, ἐὰν ἐκτὸς τῶν κρατούντων πολεμίων με ποιήσῃς. 15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. ἔλεγον μονοπρόσωπον εἶναι τὸν ψαλμ̣όν. καὶ ἐὰν ἄνθρωπος ᾖν ὁ λέγων, περὶ ἀμφοτέρων δέησιν ἀναπέμπει περί τε τοῦ σώματος καὶ τῆς ψυχῆς. ἐα`̣ν οὖν "ὁ τοῦ ἀνθρώπου υἱός", ὁ ἐκ τῆς Μαρίας προεληλυθὼς ναός, λέγῃ ταῦτα, ἐροῦμεν πρὸς τοὺς λέγοντας σῶμα μόνον ἀνειληφέναι διὰ τοῦ τὸ εἰρῆσθαι· "σῶμα δὲ κατηρτίσω μοι", -ἰδοὺ καὶ τοῦτο λέγει, τὸ αὐτὸ δὲ πρόσωπόν ἐστιν τὸ ἀπ̣αγγέλλον. ἐντρέπονται καὶ αἰσχύνονται οἱ γνω῀̣σιν λαμβάνοντες τῆς ἀληθείας. 15 ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά. μέγα πρᾶγμά ἐστιν τὸ τὴν κακίαν εἰς τὰ ὀπίσω ἀποστραφῆναι· τὸ ἔνπροσθεν γὰρ ἐλαύνειν βλαβερόν ἐστιν. "εἰς τὰ ὀπίσω" οὖν "ἀποστραφείησαν" ὡ´̣στε μὴ αὐξῆσαι τὴν ὁδόν, μὴ ἐλάσαι ἐπὶ τὸ χεῖρον. 16 ἐνδυσάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε εὖγε. ἐστὶν εὐχόμενος περὶ ὧν λέγει "παραχρῆμα", ἵνα̣ μὴ ἐπιμείνωσιν ἐν τῷ κακῷ, ἵνα̣ μὴ ἀδιαλείπτως λέγωσι̣ν· "εὖγε εὖγε εὖγε". ἐπιχαιρεκάκων ἐστὶν λέγειν "εὖγε εὖγε" ἐπ̣ὶ τ̣οῖς παθοῦσιν α᾿̣νάρεστόν τι. 17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε. εἰπὼν πε̣ρὶ τῶν ἐναντίων, ἵν̣α καὶ αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν καὶ εἰς τὰ ὀπίσω ἀποστραφῶσιν ἐπιχαιρε̣κ̣άκως λέγοντες "εὖγε εὖγε", λέγει· "ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοί, κύριε, οἱ ζητοῦντές σε". τότε ἀγαλλιώμε̣θα καὶ εὐφραιν̣όμ̣εθα, ὅταν ζητήσαντες εὕρωμέν σε· ἀγαλλιᾶται γὰρ καὶ εὐφραίνεται ὁ ζ̣η̣τῶν τι, ὅταν αὐτὸ εὕρ̣ῃ. κἂν οὖν ἐπίπονα, κἂν ἄλλα βλάπτοντα