1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

201

ἐπέλθῃ, ζητοῦμέν σε εὑρεῖν βοηθόν. τότε̣ δε`̣ φαινόμενος βοηθεῖς κ̣αὶ λέγεις· "ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι". 290 17 καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος. ἐπεὶ εὑρόντες σε εὐχαριστοῦντες "εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος", ἔχοιεν ἐκεῖνα τὰ δι' ἃ ὑμνεῖν ὀφείλουσιν καὶ ἀγαλλιᾶσθαι. εἰπάτωσαν διὰ παντός δύναται δὲ καὶ τοῦτο· μὴ ὑπάρξοι ποτὲ αὐτοῖς ἀχ̣αριστία. 17 οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. τὴν δικαίου σωτηρίαν ἢ τὸν αἴτιον αὐτοῖς γινόμενον σωτηρίαν μέλλουσαν. "διὰ παντὸς Μεγαλυνθήτω ὁ κύριος, λεγέτωσαν". ἀγαπῶντες τὸ σωτήριόν σου καὶ μεγαλύνουσιν διὰ παντὸς ἐπ' αὐτῷ τὸν θεόν. 18 ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί· κύριος φροντιεῖ μου. διὰ τοῦτο παρακαλῶ ὑπαρχθῆναί μοι τὴν σὴν βοήθειαν κ̣αὶ εὐδοκῆσαί σ̣ε τοῦ ῥύσασθαί με, ὅτι "πτωχὸς καὶ πένης εἰμί". οὐ δύναμαι ἐμαυτῷ ἐπαμύνειν, οὐ δύναμαι ἔξωθεν ἐμαυτὸν τῶν ἐπικειμένων ποιῆσαι, εἰ μὴ σὺ βοηθήσῃς. "πτωχὸς" οὖν "εἰμι καὶ πένης". διαφορὰ δὲ τούτων καὶ ἄλλοτε εἴρηται. 18 βοηθός μου καὶ ὑπερασπιστής εἶ μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. ἐπεὶ σὲ βοηθὸν ἐπεκαλεσάμην καὶ ὑπερασπιστὴν προβάλλ̣οντα ὑπὲρ ἐμοῦ τὴν ἀσπίδα σου-α̣ὑ´̣τη δέ ἐστιν ἡ ἀλήθεια· "ὅπλῳ" γὰρ "κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ"-, "μὴ χρονίσῃς", μὴ ὑπὲρ δύναμιν ὁ ἀγών μοι γένηται. ὅτ̣ε οἶδας καίριον εἶναι ἐπινεῦσαι καὶ βοηθῆσαι καὶ ῥύσασθαι, τοῦτο γενέσθω· ὁ´̣σον γὰρ ἧκεν ε̣ἰς τὴν ἐμὴν δύναμιν καὶ τὴν φύσιν, ἀσθενής εἰμι ἐμαυτῷ βοηθῆσαι, ἔξω ἐμαυτὸν ποιῆσαι τῶν ἐπικειμένων κακῶν.

290 1-2 Εἰς τὸ τέλος· ψαλμὸς τῷ ∆αυίδ. μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα. καὶ τοῦτον τὸν ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος ἐκλα̣μβάνουσιν πολλοὶ διὰ τ̣ὸ κ̣εῖσθαι ὧδε ῥητὰ λημφθέντα ἐν τῷ εὐαγγελίῳ ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημμένα καὶ περὶ τοῦ σωτῆρος πραχθέντα καὶ θεωρηθέντα. "μακάριος", φησίν, "ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα". καὶ πρὸς τὸ ἦθος ἐξηγ̣ήσαντο πολλοὶ τοιαῦτα ὅτι· διάφοροί εἰσιν οἱ πενόμενοι καὶ οἱ πτωχοί· καὶ ὁ τούτοις κοινωνῶν ὀφείλει κατὰ ἀναλογίαν τὴν κοινωνία̣ν π̣οιεῖν· τότε γὰρ συνετῶς ποιεῖ. οὐ πάντα ἀποροῦντα τροφῆς δεῖ τρέφειν. οὐκ ἔστιν δὲ ἀπορῶν τροφῆς διὰ τὸ ἀσώτως πρότερον ἐζηκέναι-μέθαις ἐσχόλασεν, πάντα ἃ εἶχεν ἀσέμνως καὶ φαυ´̣λως κατεδαπάνησεν-, ἄλλος δὲ ἢ διὰ νόσον μακρὰν ἢ διὰ πολυπαιδίαν. δεῖ οὖν μετὰ συνέσεως παρέχειν ἑκάστῳ. εἴ τις οὖν μὴ ἔχει πᾶσιν διδόναι, ἐκείνοις̣ οἷς ὀφείλει δοῦναι, μετὰ συνέσεως ὀφείλει τοῦτο ποιεῖν, εἰ δὲ δύναται, καὶ τοῖς ἄλλοις οἰκτίρμων γινόμενος κατὰ τὸν ἐν τ̣οῖς οὐρανοῖς πατέρα, ἀνατέλλων οὐ μόνον ἐπὶ ἀγαθοὺς τὸν ἥλιον, ἀλλὰ καὶ ἐπὶ πονηρούς ἀνατέλλων οὐ μόνον ἐπὶ ἀγαθοὺς τὸν ἥλιον, ἀλλὰ καὶ ἐπὶ πονηρούς. ὅταν μέντοι μὴ οἷός τε πᾶσιν ἐπαρκεῖν, μετὰ συνέσεως̣ ποιείτω το̣ῦτο. δύναται καὶ π̣ε̣ρ̣ὶ τοῦ σωτῆρος τοῦτο ληφθῆναι· "δι' ἡμᾶς" γὰρ "ἐπτώχευσεν", καὶ οὐκ ἄλλου χάριν. "ἐπτω´̣χευσεν δι' ἡμα῀̣ς", ἵν̣α ἀπὸ πτωχείας ἡμᾶς ἐλευθερώσῃ, ἵνα ἀπὸ πενί ας ἡμᾶς ἀποστήσῃ. "τὸν μὴ γνόντα", φησίν, "ἁμαρτίαν̣ ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν"-ἥδε ἡ πτωχεία αὐτοῦ-, "ἵν' ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". ἐρύσθη ····· ····· ····· · οὐκ̣ ἐκρατήθη. εἰ καὶ γέγονεν ἁμαρτία, ἀλλ' οὐχ ἵνα μείνῃ ἁμαρτία, ἀλλ' ἵν' ἐλευθερώσῃ τοὺς ····· ····· ····π····· ··· "γιγνώσκετε τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". καὶ τό γε παράδοξον· "πλούσιος ὢν" π̣τωχός ἐστιν, καὶ ἡ πτωχεία αὕτη ἡμᾶς πλουσίους κατασκευάζει ἢ ποιητικὴ πλουσίων ἐστίν. οὐ καθάπαξ ἐστὶν πτωχός, ἀλλὰ πρὸς τὸν πλοῦτον αὐτοῦ. 2 ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν κύριος. ἐρύσατο τὸν Ἰησοῦν "ἐν ἡμέρᾳ πονη̣ρᾳ῀̣", ὅτε περιστοιχ̣ίζοντ̣ες αὐτὸν ἔλεγον· "σταύρου, σταύρου αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα". ἐρύσθη δὲ καὶ ἀπὸ τη῀̣ς η῾̣μέρ̣ας τῆς πονηρᾶς, ὅτι γενόμενος ἁμαρτία